Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐπεὶ δὲ Ἀντιγένης ὁ
ἑτερόφθαλμος ὡς ὀφείλων ἀπεγράψατο ψευδῶς, καὶ παραγαγών τινα φάσκοντα
δεδανεικέναι πρὸς τὴν τράπεζαν, ἀπέτισε τὸ ἀργύριον, εἶτ᾽ ἐφωράθη
ψευδόμενος, ὀργισθεὶς ὁ βασιλεὺς ἀπήλασε τῆς αὐλῆς αὐτὸν καὶ παρείλετο
τὴν ἡγεμονίαν. ἦν δὲ λαμπρὸς ἐν τοῖς πολεμικοῖς ὁ Ἀντιγένης καὶ ἔτι δὲ νέος ὤν, Φιλίππου πολιορκοῦντος
Πέρινθον, ἐμπεσόντος αὐτῷ καταπελτικοῦ βέλους εἷς τὸν ὀφθαλμόν, οὐ
παρέσχε βουλομένοις ἐξελεῖν τὸ βέλος οὐδὲ ὑφήκατο πρὶν ὤσασθαι
προσμαχόμενος καὶ κατακλεῖσαι τοὺς πολεμίους εἷς τὸ τεῖχος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.