Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
πολλάκις δὲ παίζων καὶ ἀλώπεκας ἐθήρευε καὶ
ὄρνιθας, ὡς ἔστι λαβεῖν ἐκ τῶν ἐφημερίδων, καταλύσας δὲ καὶ τρεπόμενος
πρός λουτρὸν ἢ ἄλειμμα, τοὺς ἐπὶ τῶν σιτοποιῶν καὶ μαγείρων ἀνέκρινεν
εἰ τὰ πρός τὸ δεῖπνον εὐτρεπῶς ἔχουσι. καὶ δειπνεῖν μὲν ὀψὲ καὶ
σκότους ἤδη κατακλινόμενος ἤρχετο, θαυμαστὴ δὲ ἦν ἡ ἐπιμέλεια καὶ
περίβλεψις ἐπὶ τῆς τραπέζης, ὅπως μηδὲν ἀνίσως μηδὲ ὀλιγώρως
διανέμοιτο: τὸν δὲ [p. 290] πότον, ὥσπερ εἴρηται, μακρόν ὑπὸ
ἀδολεσχίας ἐξέτεινε.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.