Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Ἀλέξανδρος δὲ ὡς ἐπῆλθεν, ἀλγῶν
τε τῷ πάθει φανερὸς ἦν καὶ τὴν ἑαυτοῦ χλαμύδα λύσας ἐπέβαλε τῷ
σώματι καὶ περιέστειλε, καὶ Βῆσσον μὲν ὕστερον εὑρὼν διεσφενδόνησεν,
ὀρθίων δένδρων εἰς ταὐτὸ καμφθέντων ἐκατέρῳ μέρος προσαρτήσας τοῦ
σώματος, εἶτα μεθεὶς ἑκάτερον, ὡς ὥρμητο ῥύμῃ φερόμενον, τὸ προσῆκον
αὐτῷ μέρος νείμασθαι. τότε δὲ τοῦ Δαρείου τὸ μὲν σῶμα κεκοσμημένον
βασιλικῶς πρὸς τὴν μητέρα ἀπέστειλε, τὸν δὲ ἀδελφὸν Ἐξάθρην εἰς τοὺς
ἑταίρους ἀνέλαβεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.