Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
δηλοῖ δὲ ὁ βίος, ὃν βιώσας βραχὺν
παντάπασι, πλείστων καὶ μεγίστων πράξεων ἐνέπλησεν. ἐν δὲ ταῖς σχολαῖς
πρῶτον μὲν ἀναστὰς καὶ θύσας τοῖς θεοῖς εὐθὺς ἠρίστα καθήμενος: ἔπειτα
διημέρευε κυνηγῶν ἢ δικάζων ἢ συντάττων τι τῶν πολεμικῶν ἢ ἀναγινώσκων.
εἰ δὲ ὁδὸν βαδίζοι μὴ λίαν ἐπείγουσαν, ἐμάνθανεν ἅμα πορευόμενος ἢ
τοξεύειν ἢ ἐπιβαίνειν ἅρματος ἐλαυνομένου καὶ ἀποβαίνειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.