Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀπελθόντων δὲ τούτων κατακλιθεὶς ὑπὸ σκηνὴν
λέγεται τὸ λοιπὸν μέρος τῆς νυκτὸς ὕπνῳ βαθεῖ κρατηθῆναι παρὰ τὸ
εἰωθός, ὥστε θαυμάζειν ἐπελθόντας ὄρθρου τοὺς ἡγεμόνας καὶ παρ᾽ αὑτῶν
ἐξενεγκεῖν παράγγελμα πρῶτον ἀριστοποιεῖσθαι τοὺς στρατιώτας ἔπειτα τοῦ
καιροῦ κατεπείγοντος εἰσελθόντα Παρμενίωνα καὶ παραστάντα τῇ κλίνῃ δὶς
ἢ τρὶς αὐτοῦ φθέγξασθαι τοὔνομα: καὶ διεγερθέντος οὕτως ἐρωτᾶν [p. 320] ὅ τι δὴ πεπονθὼς ὕπνον καθεύδοι νενικηκότος, οὐχὶ
μέλλοντος ἀγωνιεῖσθαι τὸν μέγιστον τῶν ἀγώνων,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.