Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ δὲ Ἀλέξανδρος γελάσας, ‘κενοῦ γε,’ εἶπεν, ‘ἐγὼ δέ σοι
μεστὸν ἀκράτου προπίομαι.’ τῶν δὲ πολλῶν τις Μακεδόνων ἤλαυνεν
ἡμίονον βασιλικὸν χρυσίον κομίζοντα: κάμνοντος δὲ τοῦ κτήνους αὐτὸς
ἀράμενος ἐκόμιζε τὸ φορτίον. ἰδὼν οὖν ὁ βασιλεὺς θλιβόμενον αὐτὸν
σφόδρα καὶ πυθόμενος τὸ πρᾶγμα, μέλλοντος κατατίθεσθαι, ‘μὴ κάμῃς,’ εἶπεν, ‘ἀλλὰ [p. 340] πρόσθες ἔτι τὴν λοιπὴν ὁδὸν ἐπὶ τὴν σκηνήν ἑαυτῷ 1
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.