Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
λέγεται δέ ποτε παρὰ δεῖπνον ὑπὲρ ὡρῶν καὶ
κράσεως τοῦ περιέχοντος λόγων ὄντων, τὸν Καλλισθένην, μετέχοντα δόξης
τοῖς λέγουσι τἀκεῖ μᾶλλον εἶναι ψυχρὰ καὶ δυσχείμερα τῶν Ἑλληνικῶν,
ἐναντιουμένου τοῦ Ἀναξάρχου καὶ φιλονεικοῦντος, εἰπεῖν ‘ἀλλὰ μὴν ἀνάγκη σοὶ ταῦτα ἐκείνων ὁμολογεῖν
ψυχρότερα: σὺ γὰρ ἐκεῖ μὲν ἐν τρίβωνι διεχείμαζες, ἐνταῦθα δὲ τρεῖς
ἐπιβεβλημένος δάπιδας κατάκεισαι.’ τὸν μὲν οὖν Ἀνάξαρχον καὶ τοῦτο
προσπαρώξυνε:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.