Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ τήν τε νύκτα κακῶς κλαίων διήνεγκε
καὶ τήν ἐπιοῦσαν ἡμέραν ἤδη τῷ βοᾶν καὶ θρηνεῖν ἀπειρηκὼς ἄναυδος
ἔκειτο, βαρεῖς ἀναφέρων στεναγμούς, δείσαντες οἱ φίλοι τήν ἀποσιώπησιν
εἰσῆλθον βίᾳ. καὶ τῶν μὲν ἄλλων οὐ προσίετο τοὺς λόγους, Ἀριστάνδρου
δὲ τοῦ μάντεως ὑπομιμνῄσκοντος αὑτὸν τήν τε ὄψιν ἣν εἶδε περὶ τοῦ
Κλείτου, καὶ τὸ σημεῖον, ὡς δὴ πάλαι καθειμαρμένων τούτων, ἔδοξεν
ἐνδιδόναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.