Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἀλλὰ καίπερ ἀπὸ μικρῶν καὶ στενῶν οὕτως
ὁρμώμενος, οὐ πρότερον [p. 262] ἐπέβη τῆς νεώς ἢ τὰ τῶν ἑταίρων
πράγματα σκεψάμενος ἀπονεῖμαι τῷ μὲν ἀγρόν, τῷ δὲ κώμην, τῷ δὲ
συνοικίας πρόσοδον ἢ λιμένος. ἤδη δὲ κατανηλωμένων καὶ διαγεγραμμένων
σχεδὸν ἁπάντων τῶν βασιλικῶν ὁ Περδίκκας ‘σεαυτῷ
δέ,’ εἶπεν, ‘ὦ βασιλεῦ, τί καταλείπεις;’ τοῦ
δὲ φήσαντος ὅτι τὰς ἐλπίδας, ‘οὐκοῦν,’ ἔφη, ‘καὶ ἡμεῖς τούτων κοινωνήσομεν οἱ μετὰ σοῦ
στρατευόμενοι.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.