Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
τῶν δὲ ἑταίρων γάμον ἐν Σούσοις ἐπιτελῶν,
καὶ λαμβάνων μὲν αὐτὸς γυναῖκα τὴν Δαρείου θυγατέρα Στάτειραν, διανέμων
δὲ τὰς ἀρίστας τοῖς ἀρίστοις, κοινὸν δὲ Τῶν ἤδη προγεγαμηκότων
Μακεδόνων γάμον ἄλλον 1 ἑστιάσας, ἐν ᾧ φασιν ἐννακισχιλίων Τῶν
παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ὄντων ἑκάστῳ χρυσῆν φιάλην πρὸς τὰς
σπονδὰς δοθῆναι, τά τε ἄλλα θαυμαστῶς ἐλαμπρύνατο καὶ τά χρέα τοῖς
δανείσασιν ὑπὲρ Τῶν ὀφειλόντων αὐτὸς διαλύσας, τοῦ παντὸς ἀναλώματος
ἐλάσσονος μυρίων ταλάντων ἑκατὸν [p. 420] τριάκοντα ταλάντοις
γενομένου,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.