Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ δὲ τῆς πρὸς Πῶρον μάχης καὶ ὁ
Βουκεφάλας ἐτελεύτησεν, οὐκ εὐθύς, ἀλλ᾽ ὕστερον, ὡς οἱ πλεῖστοι
λέγουσιν ἀπὸ τραυμάτων θεραπευόμενος, ὡς δὲ Ὀνησίκριτος, διὰ γῆρας
ὑπέρπονος γενόμενος: τριάκοντα γὰρ ἐτῶν ἀποθανεῖν αὐτόν, ἐδήχθη δ᾽
ἰσχυρῶς Ἀλέξανδρος, οὐδὲν ἄλλο ἢ συνήθη καὶ φίλον ἀποβεβληκέναι
νομίζων: καὶ πόλιν οἰκίσας ἐπ᾽ αὐτῷ παρὰ τὸν Ὑδάσπην Βουκεφαλίαν
προσηγόρευσε. λέγεται δὲ καὶ κύνα Περίταν ὄνομα τεθραμμένον ὑπ᾽ αὐτοῦ
καὶ στεργόμενον ἀποβαλών κτίσαι πόλιν ἐπώνυμον. τοῦτο δὲ Σωτίων φησὶ
Ποτάμωνος ἀκοῦσαι τοῦ Λεσβίου.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.