Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
Μαζαίου δὲ τοῦ μεγίστου παρὰ Δαρείῳ
γενομένου παιδὶ σατραπείαν ἔχοντι δευτέραν προσετίθει μείζονα, παραιτούμενος
δὲ ἐκεῖνος εἶπεν: ‘ὦ βασιλεῦ, τότε μὲν ἦν εἷς
Δαρεῖος, νῦν δὲ σὺ πολλοὺς πεποίηκας Ἀλεξάνδρους.’ Παρμενίωνι μὲν
οὖν τὸν Βαγώου ἔδωκεν οἶκον τὸν περὶ Σοῦσα, 1 ἐν ᾧ λέγεται χιλίων
ταλάντων εὑρεθῆναι ἱματισμὸν. πρὸς δ᾽ Ἀντίπατρον ἔγραψε κελεύων ἔχειν
φύλακας τοῦ σώματος ὡς ἐπιβουλευόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.