Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
Πρωτέᾳ δέ τινι τῶν περὶ
σκώμματα καὶ πότον οὐκ ἀμούσων ἔδοξε δι᾽ ὀργῆς γεγονέναι τῶν δὲ φίλων
δεομένων κἀκείνου δακρύοντος ἔφη διαλλάττεσθαι κἀκεῖνος, ‘οὐκοῦν,’ εἶπεν, ‘ὦ βασιλεῦ,
δός τί μοι πιστὸν πρῶτον.’ ἐκέλευσεν οὖν αὐτῷ πέντε τάλαντα
δοθῆναι. περὶ δὲ τῶν τοῖς φίλοις καὶ τοῖς
σωματοφύλαξι νεμομένων πλούτων, ἡλίκον εἶχον ὄγκον, ἐμφαίνει δι᾽
ἐπιστολῆς Ὀλυμπιάς, ἣν ἔγραψε πρὸς αὐτόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.