Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
‘ἄλλως,’ φησὶν, ‘εὖ ποίει
τοὺς φίλους καὶ ἐνδόξους ἄγε νῦν δ᾽ ἰσοβασιλέας πάντας ποιεῖς καὶ
πολυφιλίας παρασκευάζεις αὐτοῖς, ἑαυτὸν δὲ ἐρημοῖς.’ πολλάκις δὲ
τοιαῦτα τῆς Ὀλυμπιάδος γραφούσης ἐφύλαττεν ἀπόρρητα τὰ γράμματα, πλὴν
ἅπαξ Ἡφαιστίωνος, ὥσπερ εἰώθει, λυθεῖσαν ἐπιστολήν αὐτῷ
συναναγινώσκοντος οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν [p. 342] δακτύλιον
ἀφελόμενος τὸν αὑτοῦ προσέθηκε τῷ ἐκείνου στόματι τὴν σφραγῖδα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.