Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἐπεὶ
δὲ ληφθέντα τὸν Πῶρον ὁ Ἀλέξανδρος ἠρώτα πῶς αὐτῷ χρήσηται, ‘βασιλικῶς,’ εἶπε προσπυθομένου δὲ μή τι ἄλλο
λέγει, ‘πάντα,’ εἶπεν, ‘ἐστὶν
ἐν τῷ βασιλικῶς.’ οὐ μόνον οὖν ἀφῆκεν αὐτόν ἄρχειν ὧν
ἐβασίλευε, σατράπην καλούμενον, ἀλλὰ καὶ προσέθηκε χώραν τοὺς 1 αὐτόνομους
καταστρεψάμενος, ἐν ᾗ πεντεκαίδεκα μὲν ἔθνη, πόλεις δὲ πεντακισχιλίας
ἀξιολόγους, κώμας δὲ παμπόλλας εἶναί φασιν ἄλλην δὲ τρὶς τοσαύτην ἧς
Φίλιππόν τινα τῶν ἑταίρων σατράπην ἀπέδειξεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.