Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀναλαβὼν οὖν ἐνταῦθα τὴν δύναμιν ἐξώρμησε
κώμῳ χρώμενος ἐφ᾽ ἡμέρας ἑπτὰ διὰ τῆς Καρμανίας, αὐτὸν μὲν οὖν
ἵπποι σχέδην ἐκόμιζον ὀκτώ, μετὰ τῶν ἑταίρων ὑπὲρ θυμέλης ἐν ὑψηλῷ
καὶ περιφανεῖ πλαισίῳ πεπηγυίας εὐωχούμενον συνεχῶς ἡμέρας καὶ νυκτός:
ἅμαξαι δὲ παμπληθεῖς, αἱ μὲν ἁλουργοῖς καὶ ποικίλοις περιβολαίοις, αἱ δ᾽
ὕλης ἀεὶ προσφάτου καὶ χλωρᾶς σκιαζόμεναι κλάδοις, εἵποντο τοὺς ἄλλους
ἄγουσαι φίλους καὶ ἡγεμόνας ἐστεφανωμένους καὶ πίνοντας, εἶδες δ᾽ ἂν
οὐ πέλτην,
[2]
οὐ κράνος, οὐ σάρισαν, ἀλλὰ
φιάλαις καὶ ῥυτοῖς καὶ θηρικλείοις παρὰ τὴν ὁδὸν ἅπασαν οἱ στρατιῶται
βαπτίζοντες ἐκ πίθων μεγάλων καὶ κρατήρων ἀλλήλοις προέπινον, οἱ μὲν ἐν
τῷ προάγειν ἅμα καὶ βαδίζειν, οἱ δὲ κατακείμενοι. πολλὴ δὲ μοῦσα
συρίγγων καὶ αὐλῶν ᾠδῆς τε καὶ ψαλμοῦ καὶ βακχείας γυναικῶν κατεῖχε
πάντα τόπον,
[3]
τῷ δὲ ἀτάκτῳ καὶ
πεπλανημένῳ τῆς πορείας παρείπετο καὶ παιδιὰ βακχικῆς ὕβρεως, ὡς τοῦ
θεοῦ παρόντος αὐτοῦ καὶ συμπαραπέμποντος τὸν κῶμον. ἐπεὶ δὲ ἧκε τῆς
Γεδρωσίας εἰς τὸ βασίλειον, αὖθις ἀνελάμβανε τὴν στρατιὰν πανηγυρίζων.
[4]
λέγεται δὲ μεθύοντα αὐτὸν θεωρεῖν ἀγῶνας
χορῶν, τὸν δὲ ἐρώμενον Βαγώαν χορεύοντα νικῆσαι καὶ κεκοσμημένον διὰ τοῦ
θεάτρου παρελθόντα καθίσαι παρ᾽ αὐτόν: ἰδόντας δὲ τοὺς Μακεδόνας κροτεῖν
καὶ βοᾶν φιλῆσαι κελεύοντας, ἄχρι οὗ περιβαλὼν κατεφίλησεν. [p. 414]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.