previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτους μὲν οὖν ἀφῆκε δωρησάμενος πρὸς δὲ τοὺς ἓν δόξῃ μάλιστα καί καθ᾽ αὑτοὺς ἐν ἡσυχίᾳ ζῶντας ἔπεμψεν Ὀνησίκριτον, ἀφικέσθαι δεόμενος πρὸς αὐτὸν, δὲ Ὀνησίκριτος ἦν φιλόσοφος τῶν Διογένει τῷ κυνικῷ συνεσχολακότων. [2] καί φησι τὸν μὲν Καλανὸν ὑβριστικῶς πάνυ καί τραχέως κελεύειν ἀποδύντα τὸν χιτῶνα γυμνὸν ἀκροᾶσθαι τῶν λόγων ἄλλως δὲ οὐ διαλέξεσθαι πρὸς αὐτὸν, οὐδ᾽ εἰ παρὰ τοῦ Διὸς ἀφῖκται τὸν δὲ Δάνδαμιν πρᾳότερον εἶναι, καί διακούσαντα περὶ Σωκράτους καί Πυθαγόρου καί Διογένους εἰπεῖν ὡς εὐφυεῖς μὲν αὐτῷ γεγονέναι δοκοῦσιν οἱ ἄνδρες, λίαν δὲ τοὺς νόμους αἰσχυνόμενοι βεβιωκέναι. [3] ἄλλοι δέ φασι τὸν Δάνδαμιν οὐδὲν εἰπεῖν ἀλλ᾽ τοσοῦτον μόνοντίνος χάριν Ἀλέξανδρος ὁδὸν τοσαύτην δεῦρ᾽ ἦλθε;’ τὸν μέντοι Καλανὸν ἔπεισεν Ταξίλης ἐλθεῖν πρὸς Ἀλέξανδρον. ἐκαλεῖτο δὲ Σφίνης ἐπεὶ δὲ κατ᾽ Ἰνδικὴν γλῶτταν τῷ καλὲ προσαγορεύων ἀντὶ τοῦ χαίρειν τοὺς ἐντυγχάνοντας ἠσπάζετο, Καλανὸς ὑπὸ τῶν Ἑλλήνων ὠνομάσθη. τοῦτον δὲ λέγεται καί τὸ παράδειγμα τῆς ἀρχῆς τῷ Ἀλεξάνδρῳ προθέσθαι. [4] καταβαλὼν γὰρ ἐν μέσῳ βύρσαν τινὰ ξηρὰν καί κατεσκληκυῖαν ἐπάτησε τὸ ἄκρον δὲ εἰς ἓν πιεσθεῖσα τοῖς ἄλλοις ἐπήρθη μέρεσι. καί τοῦτο περιϊὼν ἐν κύκλῳ καί πιέζων καθ᾽ ἕκαστον ἐδείκνυε γιγνόμενον, ἄχρι οὗ τὸ μέσον ἐπιστὰς κατέσχε καί πάντα οὕτως [p. 410] ἠρέμησεν. ἐβούλετο δὲ εἰκὼν ἔνδειξις εἶναι τοῦ τὰ μέσα δεῖν μάλιστα τῆς ἀρχῆς πιέζειν καὶ μὴ μακρὰν ἀποπλανᾶσθαι τὸν Ἀλέξανδρον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: