Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐκ τούτου μέλλων ἐξελαύνειν ἐπὶ Δαρεῖον
ἔτυχε μὲν εἰς μέθην τινὰ καὶ παιδιὰν τοῖς ἑταίροις ἑαυτὸν δεδωκώς,
ὥστε καὶ γύναια συμπίνειν ἐπὶ κῶμον ἥκοντα πρὸς τοὺς ἐραστάς. ἐν δὲ
τούτοις εὐδοκιμοῦσα μάλιστα Θαῒς ἡ Πτολεμαίου τοῦ βασιλεύσαντος ὕστερον
ἑταίρα, γένος Ἀττική, τὰ μὲν ἐμμελῶς ἐπαινοῦσα, τὰ δὲ παίζουσα πρὸς
τὸν Ἀλέξανδρον, ἅμα τῇ μέθῃ λόγον εἰπεῖν προήχθη τῷ μὲν τῆς
πατρίδος ἤθει πρέποντα, μείζονα δὲ ἢ κατ᾽ αὑτήν,
[2]
ἔφη γάρ ὧν πεπόνηκε πεπλανημένη τὴν Ἀσίαν ἀπολαμβάνειν χάριν
ἐκείνης τῆς ἡμέρας ἐντρυφῶσα τοῖς ὑπερηφάνοις Περσῶν βασιλείοις ἔτι δ᾽
ἂν ἥδιον ὑποπρῆσαι κωμάσασα τὸν Ξέρξου τοῦ κατακαύσαντος τὰς Ἀθήνας
οἶκον, αὐτὴ τὸ πῦρ ἅψασα τοῦ βασιλέως ὁρῶντος, ὡς ἂν λόγος ἔχῃ
πρὸς ἀνθρώπους ὅτι τῶν ναυμάχων καὶ πεζομάχων ἐκείνων στρατηγῶν τὰ μετὰ
Ἀλεξάνδρου γύναια μείζονα δίκην ἐπέθηκε Πέρσαις ὑπὲρ τῆς Ἑλλάδος.
[3]
ἅμα δὲ τῷ λόγῳ τούτῳ κρότου καὶ
θορύβου γενομένου καὶ παρακελεύσεως τῶν ἑταίρων καὶ [p. 338]
φιλοτιμίας, ἐπισπασθεὶς ὁ βασιλεὺς καὶ ἀναπηδήσας ἔχων στέφανον καὶ
λαμπάδα προῆγεν.
[4]
οἱ δὲ ἑπόμενοι κώμῳ καὶ
βοῇ περιίσταντο τὰ βασίλεια, καὶ τῶν ἄλλων Μακεδόνων οἱ πυνθανόμενοι
συνέτρεχον μετὰ λαμπάδων χαίροντες, ἤλπιζον γὰρ ὅτι τοῖς οἴκοι
προσέχοντός ἐστι τὸν νοῦν καὶ μὴ μέλλοντος ἐν βαρβάροις οἰκεῖν τὸ
πιμπράναι τὰ βασίλεια καὶ διαφθείρειν, οἱ μὲν οὕτω ταῦτα γενέσθαι φασίν,
οἱ δὲ ἀπὸ γνώμης: ὅτι δ᾽ οὖν μετενόησε ταχὺ καὶ κατασβέσαι προσέταξεν
ὁμολογεῖται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.