αὐτὸς μὲν οὖν καὶ ὄψων ἐγκρατὴς ἦν, ὥστε καὶ τὰ σπανιώτατα πολλάκις τῶν ἀπὸ θαλάττης αὐτῷ κομιζομένων ἀκροδρύων καὶ ἰχθύων ἑκάστῳ διαπεμπόμενος τῶν ἑταίρων ἑαυτῷ μόνῳ μηδὲν καταλιπεῖν: [6] τὸ μέντοι δεῖπνον ἦν ἀεὶ μεγαλοπρεπές, καὶ τοῖς εὐτυχήμασι τῆς δαπάνης ἅμα συναυξομένης τέλος εἰς μυρίας δραχμὰς προῆλθεν. ἐνταῦθα δὲ ἔστη, καὶ τοσοῦτον ὡρίσθη τελεῖν τοῖς ὑποδεχομένοις Ἀλέξανδρον.