previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐνταῦθα τῶν περὶ Νέαρχον ἀναβάντων πρὸς αὐτόν ἡσθεὶς καὶ διακούσας τὰ περὶ τὸν πλοῦν, ὥρμησεν αὐτὸς πλεύσας κατὰ τὸν Εὐφράτην στόλῳ μεγάλῳ, εἶτα περὶ τὴν Ἀραβίαν καὶ τὴν Λιβύην παρακομισθείς διὰ στηλῶν Ἡρακλείων ἐμβαλεῖν εἰς τὴν ἐντὸς θάλασσαν, καὶ πλοῖα παντοδαπὰ περὶ Θάψακον ἐπήγνυτο, καὶ συνήγοντο ναῦται καὶ κυβερνῆται πανταχόθεν, [2] δὲ ἄνω στρατεία χαλεπὴ γενομένη καὶ τὸ περὶ Μαλλοὺς τραῦμα καὶ φθορὰ πολλὴ λεχθεῖσα τῆς δυνάμεως ἀπιστίᾳ τῆς σωτηρίας αὐτοῦ τά τε ὑπήκοα πρὸς ἀποστάσεις ἐπῆρε καὶ τοῖς στρατηγοῖς καὶ σατράπαις ἀδικίαν 1 πολλὴν καὶ πλεονεξίαν καὶ ὕβριν ἐνεποίησε καὶ ὅλως διέδραμε σάλος ἁπάντων καὶ νεωτερισμός, [3] ὅπου καὶ πρὸς Ἀντίπατρον Ὀλυμπιὰς καὶ Κλεοπάτρα στασιάσασαι διείλοντο τὴν ἀρχήν, Ὀλυμπιὰς μὲν Ἤπειρον, Κλεοπάτρα δὲ Μακεδονίαν παραλαβοῦσα. καὶ τοῦτο ἀκούσας Ἀλέξανδρος βέλτιον ἔφη βεβουλεῦσθαι τὴν μητέρα: Μακεδόνας γὰρ οὐκ ἂν ὑπομεῖναι βασιλευομένους ὑπὸ γυναικός.

διὰ ταῦτα Νέαρχον μὲν αὖθις ἐπὶ θάλασσαν ἔπεμψεν, ἐμπλῆσαι πολέμων ἅπασαν ἐγνωκὼς τὴν παραλίαν, αὐτὸς δὲ καταβαίνων ἐκόλαζε τοὺς [4] πονηροὺς τῶν στρατηγῶν, τῶν δὲ Ἀβουλήτου παίδων ἕνα μὲν Ὀξυάρτην αὐτὸς ἀπέκτεινε σαρίσῃ διελάσας, Ἀβουλήτου δὲ μηδὲν τῶν ἀναγκαίων παρασκευάσαντος, ἀλλ᾽ τρισχίλαι τάλαντα νομίσματος αὐτῷ προσαγαγόντος, [p. 416] ἐκέλευσε τοῖς ἵπποις τὸ ἀργύριον παραβαλεῖν. ὡς δ᾽ οὐκ ἐγεύοντο, φήσας, ‘τί οὖν ὄφελος ἡμῖν τῆς σῆς παρασκευῆς;’ καθεῖρξε τὸν Ἀβουλίτην.

1 ἀδικίαν Bekker reads ἀκηδίαν (indifference) with a Munich MS. (M.).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: