[5] λέγεται δέ ποτε παρὰ δεῖπνον ὑπὲρ ὡρῶν καὶ κράσεως τοῦ περιέχοντος λόγων ὄντων, τὸν Καλλισθένην, μετέχοντα δόξης τοῖς λέγουσι τἀκεῖ μᾶλλον εἶναι ψυχρὰ καὶ δυσχείμερα τῶν Ἑλληνικῶν, ἐναντιουμένου τοῦ Ἀναξάρχου καὶ φιλονεικοῦντος, εἰπεῖν ‘ἀλλὰ μὴν ἀνάγκη σοὶ ταῦτα ἐκείνων ὁμολογεῖν ψυχρότερα: σὺ γὰρ ἐκεῖ μὲν ἐν τρίβωνι διεχείμαζες, ἐνταῦθα δὲ τρεῖς ἐπιβεβλημένος δάπιδας κατάκεισαι.’ τὸν μὲν οὖν Ἀνάξαρχον καὶ τοῦτο προσπαρώξυνε: