ὡς Ἀλεξανδρῶδες ἤδη τοῦτο: κἂν ζητῶ τινα,αὐτὸς δὲ Ἀλέξανδρος ἐν ταῖς ἐπιστολαῖς οὐδὲν τοιοῦτον τερατευσάμενος ὁδοποιῆσαί φησι τὴν [p. 272] λεγομένην Κλίμακα καὶ διελθεῖν ὁρμήσας ἐκ Φασηλίδος. [5] διὸ καὶ πλείονας ἡμέρας ἐν τῇ πόλει διέτριψεν ἐν αἷς καὶ Θεοδέκτου τεθνηκότος ἦν δὲ Φασηλίτης ἰδὼν εἰκόνα ἀνακειμένην ἐν ἀγορᾷ, μετὰ δεῖπνον ἐπεκώμασε μεθύων καὶ τῶν στεφάνων ἐπέρριψε πολλούς, οὐκ ἄχαριν ἐν παιδιᾷ ἀποδιδοὺς τιμὴν τῇ γενομένῃ δι᾽ Ἀριστοτέλην καὶ φιλοσοφίαν ὁμιλίᾳ πρὸς τὸν ἄνδρα.
αὐτόματος οὗτος παρέσται: κἂν διελθεῖν δηλαδή
διὰ θαλάσσης δέῃ τόπον τιν᾽, οὗτος ἔσται μοι βατός.