κάτθανε καὶ Πάτροκλος, ὅπερ σέο πολλὸν ἀμείνων.οὐ φαύλως οὖν εἰπεῖν ἔοικεν ὁ Ἀριστοτέλης ὅτι Καλλισθένης λόγῳ μὲν ἦν δυνατὸς καὶ μέγας, νοῦν δὲ οὐκ εἶχεν. [2] ἀλλὰ τήν γε προσκύνησιν ἰσχυρῶς ἀπωσάμενος καὶ φιλοσόφως, καὶ μόνος ἐν φανερῷ διελθὼν ἃ κρύφα πάντες οἱ βέλτιστοι καὶ πρεσβύτατοι τῶν Μακεδόνων ἠγανάκτουν, τοὺς μὲν Ἕλληνας αἰσχύνης ἀπήλλαξε μεγάλης, καὶ μείζονος Ἀλέξανδρον, ἀποτρέψας τήν προσκύνησιν, αὑτὸν δὲ ἀπώλεσεν, ἐκβιάσασθαι δοκῶν μᾶλλον ἢ πεῖσαι τὸν βασιλέα.
[3] Χάρης δὲ ὁ Μιτυληναῖός φησι τὸν Ἀλέξανδρον ἐν τῷ συμποσίῳ πιόντα φιάλην προτεῖναί τινι τῶν φίλων: τὸν δὲ δεξάμενον πρὸς ἑστίαν ἀναστῆναι καὶ πιόντα προσκυνῆσαι πρῶτον, εἶτα φιλῆσαι τὸν Ἀλέξανδρον, καὶ κατακλιθῆναι. [4] πάντων δὲ τοῦτο ποιούντων ἐφεξῆς τὸν Καλλισθένην λαβόντα τήν φιάλην, οὐ προσέχοντος τοῦ βασιλέως, Ἀλλὰ Ἡφαιστίωνι προσδιαλεγομένου, πιόντα προσιέναι φιλήσοντα, Δημητρίου δὲ τοῦ [p. 382] προσονομαζομένου Φείδωνος εἰπόντος, ‘ὦ βασιλεῦ, μὴ φιλήσῃς οὗτος γάρ σε μόνος οὐ προσεκύνησε,’ διακλῖναι τὸ φίλημα τὸν Ἀλέξανδρον, τὸν δὲ Καλλισθένη μέγα φθεγξάμενον εἰπεῖν: ‘φιλήματι τοίνυν ἔλασσον ἔχων ἄπειμι.’