νικήσας δὲ λαμπρῶς καί καταβαλὼν ὑπὲρ ἕνδεκα μυριάδας τῶν πολεμίων, Δαρεῖον μὲν οὐχ εἷλε τέτταρας σταδίους ἢ πέντε προλαβόντα τῇ φυγῇ, τὸ δὲ ἅρμα καί τὸ τόξον αὐτοῦ λαβὼν ἐπανῆλθε: [6] καί κατέλαβε τοὺς Μακεδόνας τὸν μὲν ἄλλον πλοῦτον ἐκ τοῦ βαρβαρικοῦ στρατοπέδου φέροντας καί ἄγοντας ὑπερβάλλοντα πλήθει, καίπερ εὐζώνων πρὸς τὴν μάχην παραγενομένων καὶ τὰ πλεῖστα τῆς ἀποσκευῆς ἐν Δαμασκῷ καταλιπόντων, τὴν δὲ Δαρείου σκηνὴν ἐξῃρηκότας ἐκείνῳ, θεραπείας τε λαμπρᾶς καί παρασκευῆς καί χρημάτων πολλῶν γέμουσαν. [7] εὐθὺς οὖν ἀποδυσάμενος τὰ ὅπλα πρὸς τὸ λουτρὸν ἐβάδιζεν, εἰπών: ‘ἴωμεν ἀπολουσόμενοι τὸν ἀπὸ τῆς μάχης ἱδρῶτα τῷ Δαρείου λουτρῷ.’ καί τις τῶν ἑταίρων ‘μὰ τὸν Δία’ εἶπεν, ‘ἀλλὰ τῷ Ἀλεξάνδρου: τὰ γὰρ τῶν ἡττωμένων εἶναί τε δεῖ καί προσαγορεύεσθαι τοῦ κρατοῦντος.’ [8] ὡς δὲ [p. 282] εἶδε μὲν ὅλκια καί κρωσσοὺς καί πυέλους καί ἀλαβάστρους, πάντα χρυσοῦ, ἠσκημένα περιττῶς, ὠδώδει δὲ θεσπέσιον οἷον ὑπὸ ἀρωμάτων καί μύρων ὁ οἶκος, ἐκ δὲ τούτου παρῆλθεν εἰς σκηνὴν ὕψει τε καί μεγέθει καί τῷ περὶ τὴν στρωμνὴν καί τραπέζας καί τὸ δεῖπνον αὐτοῦ κόσμῳ θαύματος ἀξίαν, διαβλέψας πρὸς τοὺς ἑταίρους, ‘τοῦτο ἦν, ὡς ἔοικεν,’ ἔφη, ‘τὸ βασιλεύειν.’