[5] ὁ. δὲ κατ᾽ ἄλλας θύρας αὖθις εἰσῄει, μάλα ὀλιγώρως καὶ θρασέως Εὐριπίδου τὰ ἐξ Ἀνδρομάχης ἰαμβεῖα ταῦτα περαίνων
οἴμοι, καθ᾽ Ἑλλάδ᾽ ὡς κακῶς νομίζεται.οὕτω δὴ λαβὼν παρά τινος τῶν δορυφόρων Ἀλέξανδρος αἰχμήν ἀπαντῶντα τὸν Κλεῖτον αὐτῷ καὶ παράγοντα τὸ πρὸ τῆς θύρας παρακάλυμμα διελαύνει. [6] πεσόντος δὲ μετὰ στεναγμοῦ καὶ [p. 374] βρυχήματος εὐθὺς ἀφῆκεν ὁ θυμὸς αὐτόν, καὶ γενόμενος παρ᾽ ἑαυτῷ καὶ τοὺς φίλους ἰδὼν ἀφώνους ἑστῶτας ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμήν ἔφθασε, παῖσαι δ᾽ ἑαυτὸν ὁρμήσας παρά τὸν τράχηλον ἐπεσχέθη, τῶν σωματοφυλάκων τὰς χεῖρας αὐτοῦ λαβόντων καὶ τὸ σῶμα βίᾳ παρενεγκόντων εἰς τὸν θάλαμον.