[4] ἢν δὲ καὶ γαστρὸς ἐγκρατέστατος, καὶ τοῦτο ἄλλοις τε πολλοῖς ἐδήλωσε καὶ τοῖς πρὸς Ἄδαν λεχθεῖσιν, ἣν ἐποιήσατο μητέρα καὶ Καρίας βασίλισσαν ἀπέδειξεν. ὡς γὰρ ἐκείνη φιλοφρονουμένη πολλὰ μὲν ὄψα καθ᾽ ἡμέραν ἀπέστελλεν αὐτῷ καὶ πέμματα, τέλος δὲ τοὺς δοκοῦντας εἶναι δεινοτάτους ὀψοποιοὺς καὶ ἀρτοποιούς, ἔφη τούτων μηδενὸς δεῖσθαι: [5] βελτίονας γὰρ ὀψοποιοὺς ἔχειν ὑπὸ τοῦ παιδαγωγοῦ Λεωνίδου δεδομένους [p. 288] αὐτῷ, πρὸς μὲν τὸ ἄριστον, νυκτοπορίαν, πρὸς δὲ τὸ δεῖπνον, ὀλιγαριστίαν. ‘ὁ δ᾽ αὐτὸς οὗτος ἀνὴρ,’ ἔφη, ‘καὶ τῶν στρωμάτων ἐπιὼν τὰ ἀγγεῖα καὶ τῶν ἱματίων ἔλυεν, ἐπισκοπῶν μή τί μοι τρυφερὸν ἢ περισσὸν ἡ μήτηρ ἐντέθεικεν.’