Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ταῦτα ἀκούσας ὁ Ἀλέξανδρος τὸν μὲν
ἄνθρωπον, ὥσπερ ἐκέλευον οἱ μάντεις, ἠφάνισεν αὐτὸς δὲ ἠθύμει καὶ
δύσελπις ἦν πρὸς τὸ θεῖον ἤδη καὶ πρὸς τοὺς φίλους ὕποπτος, Μάλιστα
δὲ Ἀντίπατρον ἐφοβεῖτο καὶ τοὺς παῖδας, ὧν ' Ἰόλας μὲν ἀρχιοινοχόος
ἦν, ὁ δὲ Κάσανδρος ἀφῖκτο μὲν νεωστί, θεασάμενος δὲ βαρβάρους τινὰς
προσκυνοῦντας, ἅτε δὴ τεθραμμένος Ἑλληνικῶς καὶ τοιοῦτο πρότερον μηδὲν
ἑωρακώς, ἐγέλασε προπετέστερον.
[2]
ὁ δὲ
Ἀλέξανδρος ὠργίσθη, καὶ δραξάμενος αὐτοῦ τῶν τριχῶν σφόδρα [p. 430] ταῖς χερσὶν ἀμφοτέραις ἔπαισε τὴν κεφαλὴν πρὸς τὸν τοῖχον. αὖθις δὲ
πρὸς τοὺς κατηγοροῦντας Ἀντιπάτρου λέγειν τι βουλόμενον τὸν Κάσανδρον
ἐκκρούων, ‘τί λέγεις;’ ἔφη, ‘τοσαύτην ὁδὸν ἀνθρώπους μηδὲν ἀδικουμένους, ἀλλὰ συκοφαντοῦντας
ἐλθεῖν;’
[3]
φήσαντος δὲ τοῦ Κασάνδρου τοῦτο αὐτὸ
σημεῖον εἶναι τοῦ συκοφαντεῖν, ὅτι μακρὰν ἥκουσι τῶν ἐλέγχων,
ἀναγελάσας ὁ Ἀλέξανδρος, ‘ταῦτα ἐκεῖνα,’ ἔφη, ‘σοφίσματα τῶν Ἀριστοτέλους
εἰς ἑκάτερον τὸν λόγον οἰμωξομένων, 1 ἂν καὶ μικρὸν ἀδικοῦντες τοὺς
ἀνθρώπους φανῆτε.’
[4]
τὸ δὲ ὅλον οὕτω φασὶ δεινὸν ἐνδῦναι καὶ
δευσοποιὸν ἐγγενέσθαι τῇ ψυχῇ τοῦ Κασάνδρου τὸ δέος, ὥστε ὕστερον
χρόνοις πολλοῖς, ἤδη Μακεδόνων βασιλεύοντα καὶ κρατοῦντα τῆς Ἑλλάδος,
ἐν Δελφοῖς περιπατοῦντα καὶ θεώμενον τοὺς ἀνδριάντας, εἰκόνος
Ἀλεξάνδρου φανείσης, ἄφνω πληγέντα φρῖξαι καὶ κραδανθῆναι τὸ σῶμα καὶ
μόλις ἀναλαβεῖν ἑαυτόν, ἰλιγγιάσαντα πρὸς τὴν ὄψιν.
1 οἰμωξομένων Sint. with the best MSS.; οἰμωξομένου γε Coraës; οἰμώξῃ μὲν οὖν Bekker.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.