[4] ἐπεὶ δὲ Παυσανίας Ἀττάλου γνώμῃ καὶ Κλεοπάτρας ὑβρισθεὶς καὶ μὴ τυχὼν δίκης ἀνεῖλε Φίλιππον, τὸ μὲν πλεῖστον εἰς Ὀλυμπιάδα τῆς αἰτίας περιῆλθεν, ὡς θυμουμένῳ τῷ νεανίσκῳ προσεγκελευσαμένην καὶ παροξύνασαν, ἔθιγε δέ τις καὶ Ἀλεξάνδρου διαβολή, λέγεται γὰρ ἐντυχόντος αὐτῷ τοῦ Παυσανίου μετὰ τὴν ὕβριν ἐκείνην καὶ ἀποδυρομένου προενέγκασθαι τὸ τῆς Μηδείας ἰαμβεῖον:
τὸν δόντα καὶ γήμαντα καὶ γαμουμένην,οὐ μὴν ἀλλὰ καὶ τοὺς συναιτίους τῆς ἐπιβουλῆς ἀναζητήσας ἐκόλασε, καὶ τὴν Κλεοπάτραν ἀποδημοῦντος αὐτοῦ τῆς Ὀλυμπιάδος ὠμῶς μεταχειρισαμένης ἠγανάκτησε.