previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέλλων δὲ ὑπερβάλλειν εἰς τὴν Ἰνδικὴν, ὡς ἑώρα πλήθει λαφύρων τὴν στρατιὰν ἤδη [p. 386] βαρεῖαν καὶ δυσκίνητον οὖσαν, ἅμ᾽ ἡμέρᾳ συνεσκευασμένων τῶν ἁμαξῶν, πρώτας μὲν ὑπέπρησε τὰς αὐτοῦ καὶ τῶν ἑταίρων, μετὰ δὲ ταύτας ἐκέλευσε καὶ ταῖς τῶν Μακεδόνων ἐνεῖναι πῦρ. καὶ τοῦ πράγματος τὸ βούλευμα μεῖζον ἐφάνη καὶ δεινότερον τὸ ἔργον. [2] ὀλίγους μὲν γὰρ ἠνίασεν, οἱ δὲ πλεῖστοι βοῇ καὶ ἀλαλαγμῷ μετὰ ἐνθουσιασμοῦ τὰ μὲν ἀναγκαῖα τοῖς δεομένοις μεταδιδόντες, τὰ δὲ περιόντα τῆς χρείας αὐτοὶ κατακαίοντες καὶ διαφθείροντες ὁρμῆς καὶ προθυμίας ἐνεπίμπλασαν τὸν Ἀλέξανδρον. ἤδη δὲ καὶ φοβερὸς ἦν καὶ ἀπαραίτητος κολαστὴς τῶν πλημμελούντων. καὶ γὰρ Μένανδρόν τινα τῶν ἑταίρων ἄρχοντα φρουρίου καταστήσας, ὡς οὐκ ἐβούλετο μένειν, ἀπέκτεινε, καὶ τῶν ἀποστάντων βαρβάρων Ὀρσοδάτην αὐτὸς κατετόξευσε.

[3] προβάτου δὲ τεκόντος ἄρνα περὶ τῇ κεφαλῇ σχῆμα καὶ χρῶμα τιάρας ἔχοντα καὶ διδύμους ἑκατέρωθεν αὐτοῦ, βδελυχθεὶς τὸ σημεῖον ἐκαθάρθη μὲν ὑπὸ τῶν Βαβυλωνίων, οὓς ἐξ ἔθους ἐπήγετο πρὸς τὰ τοιαῦτα: διελέχθη δὲ πρὸς τοὺς φίλους ὡς οὐ δι᾽ αὑτόν, ἀλλὰ δι᾽ ἐκείνους ταράττοιτο, μὴ τὸ κράτος εἰς ἀγεννῆ καὶ ἄναλκιν ἄνθρωπον ἐκλιπόντος αὐτοῦ περιστήσῃ τὸ δαιμόνιον. οὐ μὴν ἀλλὰ βέλτιόν τι σημεῖον γενόμενον τὴν ἀθυμίαν ἔλυσεν. [4] γὰρ ἐπὶ τῶν στρωματοφυλάκων τεταγμένος ἀνὴρ Μακεδὼν, ὄνομα Πρόξενος, τῇ βασιλικῇ σκηνῇ [p. 388] χώραν ὀρύττων παρὰ τὸν Ὦξον ποταμόν ἀνεκάλυψε πηγὴν ὑγροῦ λιπαροῦ καὶ πιμελώδους: ἀπαντλουμένου δὲ τοῦ πρώτου καθαρὸν ἀνέβλυζεν ἤδη καὶ διαυγές ἔλαιον, οὔτε ὀσμῇ δοκοῦν οὔτε γεύσει ἐλαίου διαφέρειν, στιλπνότητά τε καὶ λιπαρότητα παντάπασιν ἀπαράλλακτον, καὶ ταῦτα τῆς χώρας μηδὲ ἐλαίας φερούσης. [5] λέγεται μὲν οὖν καὶ τὸν Ὦξον αὐτὸν εἶναι μαλακώτατον ὕδωρ, ὥστε τὸ δέρμα τοῖς λουομένοις ἐπιλιπαίνειν. οὐ μὴν ἀλλὰ θαυμαστῶς Ἀλέξανδρος ἡσθεὶς δῆλός ἐστιν ἐξ ὧν γράφει πρὸς Ἀντίπατρον, ἐν τοῖς μεγίστοις τοῦτο τῶν ἀπὸ τοῦ θεοῦ γεγονότων αὐτῷ τιθέμενος, οἱ δὲ μάντεις ἐνδόξου μὲν στρατείας, ἐπιπόνου δὲ καὶ χαλεπῆς τὸ σημεῖον ἐποιοῦντο: πόνων γὰρ ἀρωγὴν ἔλαιον ἀνθρώποις ὑπὸ θεοῦ δεδόσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: