[4] βουλόμενος δὲ τῷ θεῷ χρήσασθαι περὶ τῆς στρατείας ἦλθεν εἰς Δελφούς: καὶ κατὰ τύχην ἡμερῶν ἀποφράδων οὐσῶν, ἐν αἷς οὐ νενόμισται θεμιστεύειν, πρῶτον μὲν ἔπεμπε παρακαλῶν τὴν πρόμαντιν. ὡς δὲ ἀρνουμένης καὶ προϊσχομένης τὸν νόμον αὐτὸς ἀναβὰς βίᾳ πρὸς τὸν ναὸν εἷλκεν αὐτήν, ἡ δὲ ὥσπερ ἐξηττημένη τῆς σπουδῆς εἶπεν ‘ἀνίκητος εἶ, ὦ παῖ,’ τοῦτο ἀκούσας Ἀλέξανδρος οὐκέτι ἔφη χρῄζειν ἑτέρου μαντεύματος, ἀλλ᾽ ἔχειν ὃν ἐβούλετο παρ᾽ αὐτῆς χρησμόν.
[5] ἐπεὶ δὲ ὥρμησε πρὸς τὴν στρατείαν, ἄλλα τε δοκεῖ σημεῖα παρὰ τοῦ δαιμονίου γενέσθαι, καὶ τὸ περὶ Λείβηθρα τοῦ Ὀρφέως ξόανον ῾ἦν δὲ κυπαρίττινον̣̓ ἱδρῶτα ποχὺν ὑπὸ τὰς ἡμέρας ἐκείνας ἀφῆκε. φοβουμένων δὲ πάντων τὸ σημεῖον, Ἀρίστανδρος ἐκέλευε θαρρεῖν, ὡς ἀοιδίμους καὶ περιβοήτους κατεργασόμενον πράξεις, αἳ πολὺν ἱδρῶτα καὶ πόνον ὑμνοῦσι ποιηταῖς καὶ μουσικοῖς παρέξουσι.