Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐν δὲ τοῖς πολλοῖς πάθεσι καὶ χαλεποῖς
ἐκείνοις ἃ τὴν πόλιν κατεῖχε, Θρᾷκές τινες ἐκκόψαντες οἰκίαν
Τιμοκλείας, γυναικὸς ἐνδόξου καὶ σώφρονος, αὐτοὶ μὲν τὰ χρήματα
διήρπαζον, ὁ δὲ ἡγεμὼν τῇ γυναικὶ πρὸς βίαν συγγενόμενος καὶ
καταισχύνας, ἀνέκρινεν εἴ που χρυσίον ἔχοι κεκρυμμένον ἢ ἀργύριον, ἡ
δὲ ἔχειν ὡμολόγησε,
[2]
[p. 256] καὶ μόνον εἰς τὸν κῆπον ἀγαγοῦσα καὶ δείξασα φρέαρ,
ἐνταῦθα ἔφη τῆς πόλεως ἁλισκομένης καταβαλεῖν
αὐτὴ τὰ τιμιώτατα τῶν χρημάτων. ἐγκύπτοντος δὲ τοῦ Θρᾳκὸς καὶ
κατασκεπτομένου τὸν τόπον, ἔωσεν αὐτὸν ἐξόπισθεν γενομένη, καὶ τῶν λίθων
ἐπεμβαλοῦσα πολλοὺς ἀπέκτεινεν.
[3]
ὡς δὲ
ἀνήχθη πρὸς Ἀλέξανδρον ὑπὸ τῶν Θρᾳκῶν δεδεμένη, πρῶτον μὲν ἀπὸ τῆς
ὄψεως καὶ τῆς βαδίσεως ἐφάνη τις ἀξιωματικὴ καὶ μεγαλόφρων, ἀνεκπλήκτως
καὶ ἀδεῶς ἑπομένη τοῖς ἄγουσιν ἔπειτα τοῦ βασιλέως ἐρωτήσαντος ἥτις
εἴη γυναικῶν, ἀπεκρίνατο Θεαγένους ἀδελφὴ γεγονέναι, τοῦ παραταξαμένου
πρὸς Φίλιππον ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας καὶ πεσόντος ἐν
Χαιρωνείᾳ στρατηγοῦντος. θαυμάσας οὖν ὁ Ἀλέξανδρος αὐτῆς καὶ τὴν
ἀπόκρισιν καὶ τὴν πρᾶξιν, ἐκέλευσεν ἐλευθέραν ἀπιέναι μετὰ τῶν τέκνων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.