[3] Ξέρξου δὲ ἀνδριάντα μέγαν θεασάμενος ὑπὸ πλήθους τῶν ὠθουμένων εἰς τὰ βασίλεια πλημμελῶς ἀνατετραμμένον ἐπέστη, καὶ καθάπερ ἔμψυχον προσαγορεύσας, ‘πότερόν σε,’ εἶπε, ‘διὰ τὴν ἐπὶ τοὺς Ἕλληνας στρατείαν κείμενον παρέλθωμεν ἢ διὰ τὴν ἄλλην μεγαλοφροσύνην καὶ ἀρετὴν ἐγείρωμεν;’ τέλος δὲ πολὺν χρόνον πρὸς ἑαυτῷ γενόμενος καὶ σιωπήσας παρῆλθε, βουλόμενος δὲ τοὺς στρατιώτας ἀναλαβεῖν καὶ γὰρ ἦν [p. 336] χειμῶνος ὥρα τέσσαρας μῆνας αὐτόθι διήγαγε. [4] λέγεται δὲ καθίσαντος αὐτοῦ τὸ πρῶτον ὑπὸ τὸν χρυσοῦν οὐρανίσκον ἐν τῷ βασιλικῷ θρόνῳ τὸν Κορίνθιον Δημάρατον εὔνουν ὄντα ἄνδρα καὶ πατρῷον φίλον Ἀλεξάνδρου πρεσβυτικῶς ἐπιδακρῦσαι, καὶ εἰπεῖν ὡς μεγάλης ἡδονῆς στεροῖντο τῶν Ἑλλήνων οἱ τεθνηκότες πρὶν ἰδεῖν Ἀλέξανδρον ἐν τῷ Δαρείου θρόνῳ καθήμενον.