μισῶ σοφιστήν, ὅστις οὐδ᾽ αὑτῷ σοφός.[3] λέγεται δέ ποτε πολλῶν παρακεκλημένων ἐπὶ τὸ δεῖπνον ἐπαινέσαι κελευσθεὶς ἐπὶ τοῦ ποτηρίου Μακεδόνας ὁ Καλλισθένης οὕτως εὐροῆσαι πρὸς τὴν ὑπόθεσιν ὥστε ἀνισταμένους κροτεῖν καὶ βάλλειν τοὺς στεφάνους ἐπ᾽ αὐτόν: εἰπεῖν οὖν τὸν Ἀλέξανδρον ὅτι, κατ᾽ Εὐριπίδην, τὸν λαβόντα τῶν λόγων
καλὰς ἀφορμὰς οὐ μέγ᾽ ἔργον εὖ λέγειν:[4] ‘ἀλλ᾽ ἔνδειξαι,’ φάναι, ‘τὴν αὑτοῦ δύναμιν ἡμῖν κατηγορήσας Μακεδόνων, ἵνα καὶ βελτίους γένωνται μαθόντες ἃ πλημμελοῦσιν.’ οὕτω δὴ τὸν ἄνδρα πρὸς τῆς παλινῳδίαν τραπόμενον πολλὰ παρρησιάσασθαι κατὰ τῶν Μακεδόνων, καὶ τὴν Ἑλληνικὴν στάσιν αἰτίαν ἀποφήναντα τῆς γενομένης περὶ Φίλιππον αὐξήσεως καὶ δυνάμεως εἰπεῖν:
ἐν δὲ διχοστασίῃ καὶ ὁ πάγκακος ἔλλαχε τιμῆςἐφ᾽ ᾧ πικρὸν καὶ βαρὺ ἐγγενέσθαι μῖσος τοῖς Μακεδόσι, καὶ τὸν Ἀλέξανδρον εἰπεῖν ὡς οὐ τῆς [p. 380] δεινότητος ὁ Καλλισθένης, ἀλλὰ τῆς δυσμενείας Μακεδόσιν ἀπόδειξιν δέδωκε.