εἰκότως οὖν ἔνιοι τὸν μῦθον ἀνασῴζοντες πρὸς τὴν ἀλήθειαν τοῦτό φασιν εἶναι τὸ τῆς Μηδείας φάρμακον, ᾧ τὸν τραγῳδούμενον στέφανον καὶ τὸν πέπλον ἔχρισεν. οὐ γὰρ ἐξ αὐτῶν ἐκείνων οὐδὲ ἀπ᾽ αὐτομάτου λάμψαι τὸ πῦρ, ἀλλὰ φλογὸς ἐγγύθεν παρατεθείσης ὀξεῖαν ὁλκὴν καὶ συναφὴν ἄδηλον αἰσθήσει γενέσθαι, [6] τὰς γὰρ ἀκτῖνας καὶ τὰ ῥεύματα τοῦ πυρὸς ἄπωθεν ἐπερχόμενα τοῖς μὲν ἄλλοις σώμασι φῶς καὶ θερμότητα προσβάλλειν μόνον, ἐν δὲ τοῖς ξηρότητα πνευματικὴν ἢ νοτίδα λιπαρὰν καὶ διαρκῆ κεκτημένοις ἀθροιζόμενα καὶ πυριγονοῦντα μεταβάλλειν ὀξέως τὴν ὕλην. παρεῖχε δὲ ἀπορίαν ἢ γένεσις ... εἴτε [p. 332] μᾶλλον ὑπέκκαυμα τῆς φλογὸς ὑπορρεῖ τὸ ὑγρὸν ἐκ τῆς γῆς φύσιν λιπαρὰν καὶ πυριγόνον ἐχούσης. [7] καὶ γάρ ἐστιν ἡ Βαβυλωνία σφόδρα πυρώδης, ὥστε τὰς μὲν κριθὰς χαμόθεν ἐκπηδᾶν καὶ ἀποπάλλεσθαι πολλάκις, οἷον ὑπὸ φλεγμονῆς τῶν τόπων σφυγμοὺς ἐχόντων, τοὺς δὲ ἀνθρώπους ἐν τοῖς καύμασιν ἐπ᾽ ἀσκῶν πεπληρωμένων ὕδατος καθεύδειν. [8] Ἅρπαλος δὲ τῆς χώρας ἀπολειφθεὶς ἐπιμελητής καὶ φιλοκαλῶν Ἑλληνικαῖς φυτείαις διακοσμῆσαι τὰ βασίλεια καὶ τοὺς περιπάτους, τῶν μὲν ἄλλων ἐκράτησε, τὸν δὲ κιττὸν οὐκ ἔστεξεν ἡ γῆ μόνον, ἀλλ᾽ ἀεὶ διέφθειρεν οὐ φέροντα τὴν κρᾶσιν ἡ μὲν γὰρ πυρώδης, ὁ δὲ φιλόψυχρος, τῶν μὲν οὖν τοιούτων παρεκβάσεων, ἂν μέτρον ἔχωσιν, ἧττον ἴσως οἱ δύσκολοι κατηγορήσουσιν.