previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπιὼν δὲ τὴν Βαβυλωνίαν ἅπασαν εὐθὺς ἐπ᾽ αὐτῷ γενομένην ἐθαύμασε μάλιστα τό τε χάσμα τὸν πυρὸς ὥσπερ ἐκ πηγῆς συνεχῶς ἀναφερομένου, καὶ τό ῥεῦμα τοῦ νάφθα λιμνάζοντος διὰ τὸ πλῆθος οὐ πόρρω τοῦ χάσματος, ὃς τἆλλα μὲν ἀσφάλτῳ προσέοικεν, οὕτω δὲ εὐπαθὴς πρὸς τὸ πῦρ ἐστιν ὥστε, πρὶν θιγεῖν τὴν φλόγα, δι᾽ αὐτῆς τῆς περὶ τὸ φῶς ἐξαπτόμενος αὐγῆς τὸν μεταξὺ πολλάκις ἀέρα συνεκκαίειν. [2] ἐπιδεικνύμενοι δὲ τὴν φύσιν αὐτοῦ καὶ δύναμιν οἱ βάρβαροι τὸν ἄγοντα πρὸς τὴν κατάλυσιν τοῦ βασιλέως στενωπὸν ἐλαφρῶ τῷ φαρμάκῳ κατεψέκασαν εἶτα στάντες ἐπ᾽ ἄκρῳ τοὺς λαμπτῆρας τοῖς βεβρεγμένοις προσέθηκαν ἤδη γὰρ συνεσκόταζε. τῶν δὲ πρώτων εὐθὺς ἁψαμένων οὐκ ἔσχεν νομὴ χρόνον αἰσθητόν, ἀλλ᾽ ἅμα νοήματι διῖκτο πρὸς θάτερον πέρας καὶ πῦρ ἐγεγόνει συνεχὲς στενωπός. [3] ἦν δέ τις Ἀθηνοφάνης Ἀθηναῖος τῶν περὶ ἄλειμμα καὶ λουτρὸν εἰωθότων τὸ σῶμα θεραπεύειν τοῦ βασιλέως καὶ τὴν διάνοιαν ἐμμελῶς ἀπάγειν ἐπὶ τὸ ῥᾴθυμον. οὗτος ἐν τῷ λουτρῶνι τότε παιδαρίου τῷ Ἀλεξάνδρῳ [p. 330] παρεστῶτος εὐτελοῦς σφόδρα καὶ γελοίου τὴν ὄψιν, ᾁδοντος δὲ χαριέντως, Στέφανος ἐκαλεῖτο, ‘βούλει,’ φησὶν, ‘ βασιλεῦ, διάπειραν ἐν Στεφάνῳ τοῦ φαρμάκου λάβωμεν; ἂν γὰρ ἅψηται τούτου καὶ μὴ κατασβεσθῇ, παντάπασιν ἂν φαίην ἄμαχον καὶ δεινὴν αὐτοῦ τὴν δύναμιν εἶναι.’ [4] προθύμως δέ πως καὶ τοῦ παιδαρίου διδόντος ἑαυτὸν πρὸς τὴν πεῖραν, ἅμα τῷ περιαλεῖψαι καὶ θιγεῖν ἐξήνθησε φλόγα τοσαύτην τὸ σῶμα καὶ πυρὶ κατεσχέθη τὸ πᾶν ὥστε τὸν Ἀλέξανδρον εἰς πᾶν ἀπορίας καὶ δέους ἐλθεῖν εἰ δὲ μὴ κατὰ τύχην πολλοὶ παρῆσαν ἀγγεῖα πρὸς τὸ λουτρὸν ὕδατος διὰ χειρῶν ἔχοντες, οὐκ ἂν ἔφθασεν βοήθεια τὴν ἐπινομήν. [5] ἀλλὰ καὶ τότε μόγις κατέσβεσαν τὸ σῶμα τοῦ παιδὸς δι᾽ ὅλου πῦρ γενόμενον, καὶ μετὰ ταῦτα χαλεπῶς ἔσχεν.

εἰκότως οὖν ἔνιοι τὸν μῦθον ἀνασῴζοντες πρὸς τὴν ἀλήθειαν τοῦτό φασιν εἶναι τὸ τῆς Μηδείας φάρμακον, τὸν τραγῳδούμενον στέφανον καὶ τὸν πέπλον ἔχρισεν. οὐ γὰρ ἐξ αὐτῶν ἐκείνων οὐδὲ ἀπ᾽ αὐτομάτου λάμψαι τὸ πῦρ, ἀλλὰ φλογὸς ἐγγύθεν παρατεθείσης ὀξεῖαν ὁλκὴν καὶ συναφὴν ἄδηλον αἰσθήσει γενέσθαι, [6] τὰς γὰρ ἀκτῖνας καὶ τὰ ῥεύματα τοῦ πυρὸς ἄπωθεν ἐπερχόμενα τοῖς μὲν ἄλλοις σώμασι φῶς καὶ θερμότητα προσβάλλειν μόνον, ἐν δὲ τοῖς ξηρότητα πνευματικὴν νοτίδα λιπαρὰν καὶ διαρκῆ κεκτημένοις ἀθροιζόμενα καὶ πυριγονοῦντα μεταβάλλειν ὀξέως τὴν ὕλην. παρεῖχε δὲ ἀπορίαν γένεσις ... εἴτε [p. 332] μᾶλλον ὑπέκκαυμα τῆς φλογὸς ὑπορρεῖ τὸ ὑγρὸν ἐκ τῆς γῆς φύσιν λιπαρὰν καὶ πυριγόνον ἐχούσης. [7] καὶ γάρ ἐστιν Βαβυλωνία σφόδρα πυρώδης, ὥστε τὰς μὲν κριθὰς χαμόθεν ἐκπηδᾶν καὶ ἀποπάλλεσθαι πολλάκις, οἷον ὑπὸ φλεγμονῆς τῶν τόπων σφυγμοὺς ἐχόντων, τοὺς δὲ ἀνθρώπους ἐν τοῖς καύμασιν ἐπ᾽ ἀσκῶν πεπληρωμένων ὕδατος καθεύδειν. [8] Ἅρπαλος δὲ τῆς χώρας ἀπολειφθεὶς ἐπιμελητής καὶ φιλοκαλῶν Ἑλληνικαῖς φυτείαις διακοσμῆσαι τὰ βασίλεια καὶ τοὺς περιπάτους, τῶν μὲν ἄλλων ἐκράτησε, τὸν δὲ κιττὸν οὐκ ἔστεξεν γῆ μόνον, ἀλλ᾽ ἀεὶ διέφθειρεν οὐ φέροντα τὴν κρᾶσιν μὲν γὰρ πυρώδης, δὲ φιλόψυχρος, τῶν μὲν οὖν τοιούτων παρεκβάσεων, ἂν μέτρον ἔχωσιν, ἧττον ἴσως οἱ δύσκολοι κατηγορήσουσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (20 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: