οὐκ εἴων με οἱ λόγοι οὓς ἀπεμνημόνευσας, ὄντες ποικίλοι, ὕπνῳ διδόναι σχολήν. οὐκ ἀπὸ σκοποῦ τοξεύειν.
ὅτι τὸν οἶνον Κολοφώνιος Νίκανδρος ὠνομάσθαι φησὶν ἀπὸ Οἰνέως:
φησὶ δὲ καὶ Μελανιππίδης ὁ Μήλιος:
Οἰνεὺς δ᾽ ἐν κοίλοισιν ἀποθλίψας δεπάεσσιν
οἶνον ἔκλησε.
Ἑκαταῖος δ᾽ ὁ Μιλήσιος τὴν ἄμπελον ἐν Αἰτωλίᾳ λέγων εὑρεθῆναί φησι καὶ τάδε: ‘Ὀρεσθεὺς ὁ Δευκαλίωνος ἦλθεν εἰς Αἰτωλίαν ἐπὶ βασιλείᾳ, καὶ κύων αὐτοῦ στέλεχος ἔτεκε: καὶ ὃς ἐκέλευσεν αὐτὸ κατορυχθῆναι, καὶ ἐξ αὐτοῦ ἔφυ ἄμπελος πολυστάφυλος, διὸ καὶ τὸν αὑτοῦ παῖδα Φύτιον ἐκάλεσε. τούτου δ᾽ Οἰνεὺς ἐγένετο κληθεὶς ἀπὸ τῶν ἀμπέλων.’ οἱ γὰρ παλαιοί, φησίν, Ἕλληνες οἴνας ἐκάλουν τὰς ἀμπέλους. ‘Οἰνέως δ᾽ ἐγένετο Αἰτωλός.’ Πλάτων δ᾽ ἐν Κρατύλῳ ἐτυμολογῶν τὸν οἶνον [p. 154] οἰόνουν αὐτόν φησιν εἶναι διὰ τὸ οἰήσεως ἡμῶν τὸν νοῦν ἐμπιπλᾶν. ἢ τάχα ἀπὸ τῆς ὀνήσεως κέκληται: παρετυμολογῶν γὰρ Ὅμηρος τὴν φωνὴν ὧδὲ πώς φησιν
ἐπώνυμον, δέσποτ᾽, οἶνον Οἰνέως.
καὶ γὰρ τὰ βρώματα ὀνείατα καλεῖν εἴωθεν ἀπὸ τοῦ ὀνίσκειν ἡμᾶς. 2.
ἔπειτα δὲ καὐτὸς ὀνήσεαι, αἴ κε πίῃσθα.
ὁ τῶν Κυπρίων τοῦτό φησι ποιητής, ὅστις ἂν εἴη. Δίφιλος δ᾽ ὁ κωμικός φησιν
οἶνόν τοι, Μενέλαε, θεοὶ ποίησαν ἄριστον
θνητοῖς ἀνθρώποισιν ἀποσκεδάσαι μελεδῶνας.
ὁ δὲ Κυθήριος Φιλόξενος λέγει: ‘ εὐρείτας οἶνος πάμφωνος.’ Χαιρήμων δὲ ὁ τραγῳδὸς παρασκευάζειν φησὶ τὸν οἶνον τοῖς χρωμένοις
ὦ πᾶσι τοῖς φρονοῦσι προσφιλέστατε
Διόνυσε καὶ σοφώταθ᾽, ὡς ἡδύς τις εἶ:
ὃς τὸν ταπεινὸν μέγα φρονεῖν ποιεῖς μόνος,
τὸν τὰς ὀφρῦς αἴροντα συμπείθεις γελᾶν
τὸν τ᾽ ἀσθενῆ τολμᾶν τι, τὸν δειλὸν θρασύν. :.
Ἴων δ᾽ ὁ Χῖός φησιν
γέλωτα, σοφίαν, ἀμαθίαν, εὐβουλίαν.
ἡ δὲ Πυθία εἴρηκέ τισι Διόνυσον ὑγιάτην καλεῖν. 3.
ἄδαμνον
παῖδα ταυρωπόν, νέον οὐ νέον, ἥδιστον πρόπολον
βαρυγδούπων ἐρώτων, οἶνον ἀερσίνοον, ..
ἀνθρώπων πρύτανιν.-
ὁ Μνησίθεος δ᾽ ἔφη τὸν οἶνον τοὺς θεοὺς
θνητοῖς καταδεῖξαι τοῖς μὲν ὀρθῶς χρωμένοις
ἀγαθὸν μέγιστον, τοῖς δ᾽ ἀτάκτως τοὔμπαλιν, [p. 156]
τροφήν τε γὰρ δίδωσι τοῖσι χρωμένοις
ἰσχύν τε ταῖς ψυχαῖσι καὶ τοῖς σώμασιν
εἰς τὴν ἰατρικήν τε χρησιμώτατον
καὶ τοῖς ποτοῖς γὰρ φαρμάκοις κεράννυται
καὶ τοῖσιν ἑλκωθεῖσιν ὠφελίαν ἔχει.
ἐν ταῖς συνουσίαις τε ταῖς καθ᾽ ἡμέραν
τοῖς μὲν μέτριον πίνουσι καὶ κεκραμένον
εὐθυμίαν ἐὰν δ᾽ ὑπερβάλῃς, ὕβριν
ἐὰν δ᾽ ἴσον ἴσῳ προσφέρῃ, μανίαν ποιεῖ:
ἐὰν δ᾽ ἄκρατον, παράλυσιν τῶν σωμάτων,
διὸ καὶ καλεῖσθαι τὸν Διόνυσον πανταχοῦ
ἰατρόν.
Εὔβουλος δὲ ποιεῖ τὸν Διόνυσον λέγοντα:
Ἐπίχαρμος δέ φησιν
τρεῖς γὰρ μόνους κρατῆρας ἐγκεραννύω
τοῖς εὖ φρονοῦσι τὸν μὲν ὑγιείας ἕνα,
ὃν πρῶτον ἐκπίνουσι τὸν δὲ δεύτερον
ἔρωτος ἡδονῆς τε: τὸν τρίτον δ᾽ ὕπνου,
ὃν ἐκπιόντες οἱ σοφοὶ κεκλημένοι
οἴκαδε βαδίζουσ᾽. ὁ δὲ τέταρτος οὐκ ἔτι
ἡμέτερός ἐστ᾽, ἀλλ᾽ ὕβρεος: ὁ δὲ πέμπτος βοῆς::
ἕκτος δὲ κώμων ἕβδομος δ᾽ ὑπωπίων
ὁ δ᾽ ὄγδοος κλητῆρος : ὁ δ᾽ ἔνατος χολῆς
δέκατος δὲ μανίας, ὥστε καὶ βάλλειν ποιεῖ,
πολὺς γὰρ εἰς ἓν μικρὸν ἀγγεῖον χυθεὶς
ὑποσκελίζει ῥᾷστα τοὺς πεπωκότας.
ἐκ δὲ θοίνας πόσις ἐγένετο. β. χάριεν, ὣς γ᾽
ἐκ μὲν θυσίας θοίνα ... ,
Πανύασις δ᾽ ὁ ἐποποιὸς τὴν μὲν πρώτην πόσιν ἀπονέμει Χάρισιν, ῝ Ὥραις, καὶ Διονύσῳ, τὴν δὲ δευτέραν Ἀφροδίτῃ καὶ πάλιν Διονύσῳ, Ὕβρει δὲ καὶ Ἄτῃ τὴν τρίτην. Πανύασίς φησι:
ἐμοὶ δοκεῖ.
α. ἐκ δὲ πόσιος μῶκος, ἐκ μώκου δ᾽ ἐγένεθ᾽ ὑανία [p. 158]
ἐκ δ᾽ ὑανίας δίκα ... , ἐκ δίκας, ἐκ δὲ καταδίκα,
ἐκ δὲ καταδίκας πέδαι τε καὶ σφαλὸς καὶ ζαμία.
καὶ ἑξῆς περὶ ἀμέτρου οἴνου
πρῶται μὲν Χάριτές τ᾽ ἔλαχον καὶ ἐύφρονες Ὧραι
μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οἵπερ ἔτευξαν.
τοῖς δ᾽ ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος.
ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου:
εἴ τις τὸν γε πίοι καὶ ἀπότροπος: οἴκαδ᾽ ἀπέλθοι
δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι:
ἀλλ᾽ ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι
πίνων ἀβλεμέως, τότε δ᾽ Ὕβριος αἶσα καὶ Ἄτης
γίνεται ἀργαλέα, κακὰ δ᾽ ἀνθρώποισιν ὀπάζει.
ἀλλὰ πέπον, μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο,
στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ᾽ ἑταίρους:
δείδια γάρ, τριτάτης μοίρης μελιηδέος οἴνου
πινομένης, μὴ σ᾽ Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσῃ,
ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῇσι τελευτήν.
ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.
κατὰ γὰρ τὸν Εὐριπίδην
ἐκ γάρ οἱ Ἄτης τε καὶ Ὕβριος αἶσ᾽ ἅμ᾽ ὀπηδεῖ.
ὅθεν τινὲς τὴν Διονύσου γένεσιν καὶ τὴν τῆς Ὕβρεως κατὰ ταὐτὰ γενέσθαι φασίν. [p. 160]4. Ἄλεξις δὲ πού φησιν ὡς
πληγὰς ὁ κῶμος λοίδορὸν θ᾽ ὕβριν φέρει.
κατὰ δὲ τὸν Κυρηναῖον ποιητὴν
ὁμοιότατος ἄνθρωπος οἴνῳ τὴν φύσιν
τρόπον τιν᾽ ἐστί. τὸν γὰρ οἶνον τὸν νέον
πολλὴ ' στ᾽ ἀνάγκη καὶ τὸν ἄνδρ᾽ ἀποζέσαι
πρώτιστον ἀφυβρίσαι τ᾽, ἀπανθήσαντα δὲ
σκληρὸν γενέσθαι, παρακμάσαντα δ᾽ ὧν λέγω
τούτων ἁπάντων, ἀπαρυθέντα τὴν ἄνω
ταύτην ἄνοιαν ἐπιπολάζουσαν, τότε
πότιμον γενέσθαι καὶ καταστῆναι πάλιν
ἡδὺν θ᾽ ἅπασι τοὐπίλοιπον διατελεῖν.
ἀλλαχοῦ δὲ τοὐναντίον φησὶν Ἄλεξις:
οἶνός ξ ὃς πυρὶ ἶσον ἔχει μένος, εὖτ᾽ ἂν ἐς ἄνδρας
ἔλθῃ: κυμαίνει δ᾽ οἷα Λίβυσσαν ἅλα
βορρῆς ἠὲ νότος : τὰ δὲ καὶ κεκρυμμένα φαίνει
βυσσόθεν ἐκ δ᾽ ἀνδρῶν πάντ᾽ ἐτίναξε νόον.
Πανύασις δὲ λέγει:
οὐδὲν.. ἔοικ᾽ ἄνθρωπος οἴνῳ τὴν φύσιν,
ὁ μὲν γὰρ ἀπογηρὰς ἀηδὴς γίνεται,
οἶνον δὲ τὸν παλαιότατον σπουδάζομεν.
ὁ μὲν δάκνει γάρ, ὁ δ᾽ ἱλαροὺς ἡμᾶς ποιεῖ.
καὶ πάλιν [p. 162]
οἶνος γὰρ πυρὶ ἶσον ἐπιχθονίοισιν ὄνειαρ,
ἐσθλόν, ἀλεξίκακον, πάσῃ συνοπηδὸν ἀνίῃ.
ἐν μὲν γὰρ θαλίης ἐρατὸν μέρος ἀγλαίης τε,
ἐν δὲ χοροιτυπίης, ἐν δ᾽ ἱμερτῆς φιλότητος.
τῷ σε χρὴ παρὰ δαιτὶ δεδεγμένον εὔφρονι θυμῷ
πίνειν, μηδὲ βορῆς κεκορημένον ἠύτε παῖδα
ἧσθαι πλημμύροντα, λελησμένον εὐφροσυνάων.
5. Τίμαιος δὲ ὁ Ταυρομενίτης ἐν Ἀκράγαντι οἰκίαν τινά φησι καλεῖσθαι τριήρη ἐξ αἰτίας τοιαύτης, νεανίσκους τινὰς ἐν αὐτῇ μεθυσκομένους ἐς τοσοῦτον ἐλθεῖν μανίας ἐκθερμανθέντας ὑπὸ τῆς μέθης ὡς νομίζειν μὲν ἐπὶ τριήρους πλεῖν, χειμάζεσθαι δὲ χαλεπῶς κατὰ τὴν θάλασσαν καὶ τοσοῦτον ἔκφρονας γενέσθαι ὡς τὰ ἀπὸ τῆς οἰκίας πάντα σκεύη καὶ στρώματα ῥίπτειν ὡς ἐπὶ τὴν θάλασσαν, τὴν ναῦν διὰ τὸν χειμῶνα ἀποφορτίζεσθαι δόξαν αὐτοῖς λέγειν τὸν κυβερνήτην. συναθροιζομένων οὖν πολλῶν καὶ τὰ ῥιπτόμενα διαρπαζόντων οὐδ᾽ ὣς παύεσθαι τῆς μανίας τοὺς νεανίσκους, καὶ τῇ ἐπιούσῃ τῶν ἡμερῶν παραγενομένων τῶν στρατηγῶν ἐπὶ τὴν οἰκίαν ἐγκληθέντες οἱ νεανίσκοι ἔτι ναυτιῶντες ' ἀπεκρίναντο πυνθανομένων τῶν ἀρχόντων ὑπὸ χειμῶνος ἐνοχλούμενοι ἠναγκάσθαι ἀποφορτίσασθαι τῇ θαλάσσῃ τὰ περιττὰ τῶν φορτίων, θαυμαζόντων δὲ τῶν στρατηγῶν τὴν ἔκπληξιν τῶν ἀνδρῶν εἷς τῶν νεανίσκων, καίτοι δοκῶν τῶν ἄλλων πρεσβεύειν κατὰ τὴν ἡλικίαν, ‘ἐγὼ δ᾽ , ἔφη: ἄνδρες Τρίτωνες, ὑπὸ τοῦ δέους καταβαλὼν ἐμαυταν ὑπὸ τοὺς θαλάμους ὡς ἔνι μάλιστα κατωτάτω ἐκείμην.’ συγγνόντες οὖν τῇ αὐτῶν ἐκστάσει ἐπιτιμήσαντες μὴ πλείονος οἴνου ἐμφορεῖσθαι ἀφῆκαν. καὶ οἱ χάριν ἔχειν [p. 164] ὁμολογήσαντες ... ‘ἂν λιμένος, ἔφη, τύχωμεν ἀπαλλαγέντες τοσούτου κλύδωνος, Σωτῆρας ὑμᾶς ἐπιφανεῖς μετὰ τῶν θαλασσίων δαιμόνων ἐν τῇ πατρίδι ἱδρυσόμεθα ὡς αἰσίως ἡμῖν ἐπιφανέντας.’ ἐντεῦθεν ἡ οἰκία τριήρης ἐκλήθη. 6. Φιλόχορος δέ φησιν ὅτι οἱ πίνοντες οὐ μόνον ἑαυτοὺς ἐμφανίζουσιν οἵτινές εἰσιν, ἀλλὰ καὶ τῶν ἄλλων ἕκαστον ἀνακαλύπτουσι παρρησίαν ἄγοντες. ὅθεν ‘ οἶνος καὶ ἀλήθεια’ λέγεται καὶ ‘ ἀνδρὸς δ᾽ οἶνος ἔδειξε νόον’ καὶ τὸ νικητήριον ἐν Διονύσου τρίπους. καὶ γὰρ ἐκ τρίποδος λέγειν φαμὲν τοὺς ἀληθεύοντας: δεῖ δὲ νοεῖν τρίποδα τοῦ Διονύσου τὸν κρατῆρα, ἦν γὰρ τὸ ἀρχαῖον δύο γένη τριπόδων, οὓς καλεῖσθαι λέβητας συνέβαινεν ἀμφοτέρους ι ἐμπυριβήτης ὁ καὶ λοετροχόος. Αἰσχύλος:
οἶνος δὲ θνητοῖσι θεῶν πάρα δῶρον ἄριστον,
ἀγλαός: ᾧ πᾶσαι μὲν ἐφαρμόζουσιν ἀοιδαί,
πάντες δ᾽ ὀρχησμοί, πᾶσαι δ᾽ ἐραταὶ φιλότητες.
πάσας δ᾽ ἐκ κραδίας ἀνίας ἀνδρῶν ἀλαπάζει
πινόμενος κατὰ μέτρον ὑπὲρ μέτρον δὲ χερείων.
ὁ δ᾽ ἕτερος κρατήρ καλούμενος. Ὅμηρος: ‘ ἕπτ᾽ ἀπύρους τρίποδας.’ ἐν τούτοις δὲ τὸν οἶνον ἐκίρνων καὶ οὗτός ἐστιν ὁ τῆς ἀληθείας οἰκεῖος τρίπους. διὸ Ἀπόλλωνος μὲν οἰκεῖος διὰ τὴν ἐκ μαντικῆς ἀλήθειαν, Διονύσου δὲ διὰ τὴν ἐν μέθῃ. Σῆμος δ᾽ ὁ Δήλιός φησι: ‘ τρίπους χαλκοῦς, οὐχ ὁ Πυθικός, ἀλλ᾽ ὃν νῦν λέβητα καλοῦσιν. οὗτοι δ᾽ ἦσαν οἱ μὲν ἄπυροι, εἰς οὓς τὸν οἶνον εἰσεκεράννυον, οἱ δὲ λοετροχόοι, ἐν οἷς τὸ ὕδωρ ἐθέρμαινον, καὶ ἐμπυριβῆται. καὶ τούτων ἔνιοι ὠτώεντες, [p. 166] τρίποδα δὲ τὴν ὑπόβασιν ἔχοντες τρίποδες ὠνομάζοντο.’
τὸν μὲν τρίπους ἐδέξατ᾽ οἰκεῖος λέβης
αἰεὶ φυλάσσων τὴν ὑπὲρ πυρὸς στάσιν.
Ἀντιφάνης:
φησί που Ἔφιππος:
α. οἴνου σε πλῆθος πόλλ᾽ ἀναγκάζει λαλεῖν.
β. οὐκοῦν μεθύοντάς φασι τἀληθῆ λέγειν.
7. Φιλόχορος δέ φησιν Ἀμφικτύονα τὸν Ἀθηναίων βασιλέα μαθόντα παρὰ Διονύσου τὴν τοῦ οἴνου κρᾶσιν πρῶτον κεράσαι. διὸ καὶ ὀρθοὺς γενέσθαι τοὺς ἀνθρώπους οὕτω πίνοντας, πρότερον ὑπὸ τοῦ ἀκράτου καμπτομένους: καὶ διὰ τοῦτο ἱδρύσασθαι βωμὸν ὀρθοῦ Διονύσου ἐν τῷ τῶν ῾ Ὡρῶν ἱερῷ αὗται γάρ καὶ τὸν τῆς ἀμπέλου καρπὸν ἐκτρέφουσι. πλησίον δ᾽ αὐτοῦ καὶ ταῖς Νύμφαις βωμὸν ἔδειμεν, ὑπόμνημα τοῖς χρωμένοις τῆς κράσεως ποιούμενος: καὶ γάρ Διονύσου τροφοὶ αἱ Νύμφαι λέγονται, καὶ θέσμιον ἔθετο προσφέρεσθαι μετὰ τὰ σιτία ἄκρατον μόνον ὅσον γεύσασθαι, δεῖγμα τῆς δυνάμεως τοῦ ἀγαθοῦ θεοῦ, τὸ δὲ λοιπὸν ἤδη κεκραμένον, ὁπόσον ἕκαστος βούλεται: προσεπιλέγειν δὲ τούτῳ τὸ τοῦ Διὸς σωτῆρος ὄνομα διδαχῆς καὶ μνήμης ἕνεκα τῶν πινόντων, ὅτι οὕτω πίνοντες ἀσφαλῶς σωθήσονται. Πλάτων δ᾽ ἐν δευτέρῳ Νόμων τὴν τοῦ οἴνου χρῆσίν φησιν ὑγιείας ἕνεκα ὑπάρχειν [p. 168] ἀπὸ τοῦ κατὰ μέθην δὲ καταστήματος καὶ ταύρῳ παρεικάζουσι τὸν Διόνυσον καὶ παρδάλει διὰ τὸ πρὸς βίαν τρέπεσθαι τοὺς ἐξοινωθέντας. Ἀλκαῖος:
κρύψαι, Φειδία,
ἅπαντα τἄλλα τις δύναιτ᾽ ἂν πλὴν δυοῖν,
οἶνόν τε πίνων εἰς ἔρωτά τ᾽ ἐμπεσών.
ἀμφότερα μηνύει γὰρ ἀπὸ τῶν βλεμμάτων
καὶ τῶν λόγων ταῦθ᾽ ὥστε τοὺς ἀρνουμένους,
μάλιστα τούτους : : : καταφανεῖς ποιεῖ.
εἰσὶ δ᾽ οἳ καὶ θυμικοὶ γίνονται: τοιοῦτος δ᾽ ὁ ταῦρος. Εὐριπίδης:
ἄλλοτε μὲν μελιαδέος, ἄλλοτε δ᾽
ὀξυτέρου τριβόλων ἀρυτημένοι.
διὰ δὲ τὸ μάχιμον καὶ θηριώδεις ἔνιοι γίνονται: ὅθεν καὶ τὸ παρδαλῶδες. 8. καλῶς οὖν Ἀρίστων ὁ Κεῖός φησιν ἥδιστον ποτὸν εἶναι τὸν ἅμα μὲν γλυκύτητος, ἅμα δ᾽ εὐωδίας κοινωνοῦντα. διὸ καὶ τὸ καλούμενον νέκταρ κατασκευάζειν τινὰς περὶ τὸν Λυδίας Ὄλυμπον οἶνον καὶ κηρία συγκιρνάντας εἰς ταὐτὰ καὶ τὰ τῶν ἀνθῶν εὐώδη, οἶδα δ᾽ ὅτι Ἀναξανδρίδης τὸ νέκταρ οὐ ποτόν, ἀλλὰ τροφὴν εἶναι λέγει θεῶν:
ταῦροι δ᾽: ὑβρισταὶ κεἰς κέρας θυμούμενοι.
καὶ Ἀλκμὰν δέ φησι ‘τὸ νέκταρ ἔδμεναι’ αὐτούς:: καὶ Σαπφὼ δέ φησιν:
τὸ νέκταρ ἐσθίω πάνυ
μάττων διαπίνω τ᾽ ἀμβροσίαν καὶ τῷ Διὶ
διακονῶ καὶ σεμνὸς εἰμ᾽ ἑκάστοτε
Ἥρᾳ λαλῶν καὶ Κύπριδι παρακαθήμενος.
ὁ δ᾽ Ὅμηρος θεῶν πόμα τὸ νέκταρ οἶδεν Ἴβυκος δέ φησι τὴν ἀμβροσίαν τοῦ μέλιτος κατ᾽ ἐπίτασιν [p. 170] ἐννεαπλασίαν ἔχειν γλυκύτητα, τὸ μέλι λέγων ἔνατον εἶναι μέρος τῆς ἀμβροσίας κατὰ τὴν ἡδονήν. 9.
ἀμβροσίας μὲν
κρατὴρ ἐκέκρατο,
Ἑρμᾶς δ᾽ ἕλεν ὄλπιν
θεοῖς οἰνοχοῆσαι.
φησὶν Ἄλεξις, καὶ ὅτι οἶνος
οὐδεὶς φιλοπότης ἐστὶν ἄνθρωπος κακός.
ὁ γάρ διμάτωρ Βρόμιος οὐ χαίρει συνὼν
ἀνδράσι πονηροῖς οὐδ᾽ ἀπαιδεύτῳ βίῳ,
ὁ δὲ ποιήσας τὸ εἰς Κρατῖνον ἐπίγραμμά φησιν
φιλολόγους πάντας ποιεῖ τοὺς πλείονα
πίνοντας αὐτόν.
Πολέμων φησὶν ἐν Μουνυχίᾳ ἥρωα Ἀκρατοπότην τιμᾶσθαι, παρὰ δὲ Σπαρτιάταις Μάττωνα καὶ Κεράωνα ἥρωας ὑπό τινων μαγείρων ἱδρῦσθαι ἐν τοῖς φειδιτίοις. τιμᾶται δὲ καὶ ἐν Ἀχαίᾳ Δειπνεὺς ἀπὸ τῶν δείπνων σχὼν τὴν προσηγορίαν. ἐκ τροφῆς ξηρᾶς ‘ οὔτ᾽ ἂν σκώμματα γένοιτο, οὔτ᾽ αὐτοσχέδια ποιήματα,’ ἀλλὰ μὴν οὐδὲ κόμπος οὐδὲ ψυχῆς ἀλαζονεία, καλῶς οὖν ἐν τῷ ‘ πῆ ἔβαν εὐχωλαὶ ἃς ἐν Λήμνῳ ἠγοράασθε, ἔσθοντες κρέα πολλὰ καὶ πίνοντες οἴνου κρατῆρας ἐπιστεφέας’ ἐπεσημήνατο ὁ γραμματικὸς Ἀρίσταρχος περιγράφων τὸν στίχον, ὃς ἀπὸ κρεωφαγίας αὐχεῖν ποιεῖ τοὺς Ἕλληνας. οὐ γὰρ ἀπὸ πάσης εὐθυμίας καὶ πληρώσεως τὸ καυχᾶσθαι [p. 172] καὶ σκώπτειν καὶ γελοιάζειν, ἀπὸ δὲ τῆς ἀλλοιούσης τὴν γνώμην καὶ πρὸς τὸ ψευδὲς τρεπούσης, ἣ γίνεται κατὰ τὴν μέθην. 10. διὸ Βακχυλίδης φησί:
οἶνός τοι χαρίεντι πέλει μέγας ἵππος ἀοιδῷ,
ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἂν τέκοις,
ταῦτ᾽ ἔλεγεν, Διόνυσε, καὶ ἔπνεεν οὐχ ἑνὸς ἀσκοῦ
Κρατῖνος, ἀλλὰ παντὸς ὠδώδει πίθου.
τοιγάρ οἱ στεφάνων δόμος ἔβρυεν, εἶχε δὲ κιττῷ
μέτωπον οἷα καὶ σὺ κεκροκωμένον.
Σοφοκλῆς δέ φησι: ...
γλυκεῖ᾽ ἀνάγκα
σευομένα κυλίκων θάλπησι θυμὸν
Κύπριδος δ᾽ ἐλπὶς διαιθύσσει φρένας
ἀμμιγνυμένα Διονυσίοισι δώροις.
ἀνδράσι δ᾽ ὑψοτάτω πέμπει μερίμνας:
αὐτίκα μὲν πόλεων κρήδεμνα λύει,
πᾶσι δ᾽ ἀνθρώποις μοναρχήσειν δοκεῖ.
χρυσῷ δ᾽ ἐλέφαντί τε μαρμαίρουσιν οἶκοι
πυροφόροι δὲ κατ᾽ αἰγλήεντα
πόντον ... νῆες ἄγουσιν ἀπ᾽ Αἰγύπτου μέγιστον
πλοῦτον: ὣς πίνοντος ὁρμαίνει κέαρ,
οἱ δ᾽ ἄλλοι ποιηταί φασι τὸν ‘ οἶνον ἐύφρονα καρπὸν ἀρούρης.’ καὶ ὁ τῶν ποιητῶν δὲ βασιλεὺς τὸν Ὀδυσσέα παράγει λέγοντα; ‘ὃς δὲ κ᾽ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς πανημέριος πολεμίζῃ, θαρσαλέον νὺ οἱ ἦτορ,’ καὶ τὰ ἑξῆς. 11. ὅτι Σιμωνίδης τὴν αὐτὴν ἀρχὴν τίθησιν οἴνου καὶ μουσικῆς. ἀπὸ μέθης καὶ ἡ τῆς κωμῳδίας καὶ ἡ τῆς τραγῳδίας εὕρεσις ἐν Ἰκαρίῳ τῆς Ἀττικῆς εὑρέθη, καὶ κατ᾽ αὐτὸν τὸν τῆς τρύγης καιρὸν ἀφ᾽ οὗ δὴ καὶ τρυγῳδία τὸ πρῶτον ἐκλήθη ἡ κωμῳδία.
τὸ μεθύειν πημονῆς λυτήριον.
Εὐριπίδης ἐν Βάκχαις φησί. καὶ Ἀστυδάμας δέ φησι:
τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
οἴνου δὲ μηκέτ᾽ ὄντος οὐκ ἔστιν Κύπρις
οὐδ᾽ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι, [p. 174]
Ἀντιφάνης φησίν.
θνητοῖσι τὴν ἀκεσφόρον
λύπης ἔφηνεν οἰνομήτορ᾽ ἄμπελον.
συνεχῶς μὲν γὰρ ἐμπιπλάμενος ἀμελὴς γίνεται
ἄνθρωπος, ὑποπίνων δὲ πάνυ φροντιστικός,
φησὶν Ἄλεξις. Σέλευκος δέ φησι τὸ παλαιὸν οὐκ εἶναι ἔθος οὔτ᾽ οἶνον ἐπὶ πλεῖον οὔτ᾽ ἄλλην ἡδυπάθειαν προσφέρεσθαι, μὴ θεῶν ἕνεκα τοῦτο δρῶντας. διὸ καὶ θοίνας καὶ θαλείας καὶ μέθας ὠνόμαζον τὰς μὲν ὅτι διὰ θεοὺς οἰνοῦσθαι δεῖν ὑπελάμβανον, τὰς δ᾽ ὅτι θεῶν χάριν ἡλίζοντο καὶ συνῄεσαν. τοῦτο γάρ ἐστι τὸ ‘ δαῖτα θάλειαν.’ τὸ δὲ μεθύειν φησὶν Ἀριστοτέλης τὸ μετὰ τὸ θύειν αὐτῷ χρῆσθαι. 12.
οὐ μεθύω τὴν φρόνησιν, ἀλλὰ τὸ τοιοῦτον μόνον,
τὸ διορίζεσθαι βεβαίως τῷ στόματι τὰ γράμματα,
Εὐριπίδης φησί. καὶ σημαίνει ὧδε τὸ τέλος τὴν θυσίαν. καὶ Ὅμηρος:
θεοῖσι μικρὰ θύοντας τέλη,
τῶν βουθυτούντων ὄντας εὐσεβεστέρους,
τελετάς τε καλοῦμεν τὰς ἔτι μείζους καὶ μετά τινος μυστικῆς παραδόσεως ἑορτὰς τῶν εἰς αὐτὰς [p. 176] δαπανημάτων ἕνεκα, τελεῖν γὰρ τὸ δαπανᾶν, καὶ πολυτελεῖς οἱ πολλὰ ἀναλίσκοντες καὶ εὐτελεῖς οἱ ὀλίγα. φησὶν Ἄλεξις:
οὐ γάρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι
ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα.
13. τοσαῦτα οἰνολογήσαντος ἤτοι περὶ οἴνων εἰπόντος: λαφύσσοντος οἴνων ὀνόματα. οὐ χαίρει τῷ πόματι ἐκ πρώτης ἐθισθεὶς ἀνατροφῆς ὑδροποτεῖν.
τοὺς εὐτυχοῦντας ἐπιφανῶς
δεῖ ζῆν φανεράν τε τὴν δόσιν τὴν τοῦ θεοῦ
ποιεῖν ὁ γὰρ θεὸς δεδωκὼς τἀγαθὰ
ὧν μὲν πεποίηκεν οἴεται χάριν τινὰ
ἔχειν ἑαυτῷ: τοὺς ἀποκρυπτομένους δὲ καὶ
πράττειν μετρίως φάσκοντας ἀχαρίστους ὁρῶν
ἀνελευθέρως τε ζῶντας ἐπὶ καιροῦ τινος
λαβὼν ἀφείλεθ᾽ ὅσα δεδωκὼς ἦν πάλαι.
Ἡσίοδος ἐν τῇ Μελαμποδίᾳ φησίν. οὔ τινι ὑμῶν ἐπῆλθε περὶ ὑδάτων εἰπεῖν τι, ἀφ᾽ ὧν καὶ ὁ οἶνος ἀφύεται, καίτοι Πινδάρου τοῦ μεγαλοφωνοτάτου ἄριστον πάντων εἶναι τὸ ὕδωρ φήσαντος. Ὅμηρος μὲν οὖν ὁ θειότατος καὶ τροφιμώτατον αὐτὸ οἶδεν ἐν οἷς ‘αἰγείρων ὑδατοτρεφέων’ ἄλσος λέγει, ἐπαινεῖ δὲ καὶ τὸ διαυγὲς [p. 178] αὐτοῦ: ‘ κρῆναι πίσυρες ῥέον ὕδατι λευκῷ.’ τὸ δὲ δὴ κοῦφον καὶ πλείονος τιμῆς ἄξιον ἱμερτὸν καλεῖ: ἱμερτὸν οὖν φησι τὸν Τιταρήσιον, ὃς τῷ ‘ Πηνειῷ συμμίσγεται.’ καὶ τοῦ ῥυπτικοῦ δὲ ὕδατος μέμνηται: ὃ ἀποδεχόμενος καὶ Πραξαγόρας ὁ Κῷος.. καλὸν εἶναι λέγει:
ἡδὺ ... ἐστ᾽ ἐν δαιτὶ καὶ εἰλαπίνῃ τεθαλυίῃ
τέρπεσθαι μύθοισιν, ἐπὴν δαιτὸς κορέσωνται,
διαστέλλει δὲ καὶ γλυκὺ ὕδωρ ἀπὸ πλατέος, τὸν μὲν ῾ Ἑλλήσποντον εἶναι λέγων πλατύν, ὑπὲρ δὲ θατέρου φράζων ‘ στήσαμεν νῆας ἀγχοῦ ὕδατος γλυκεροῖο.’ 14. οἶδε δὲ καὶ τὴν τοῦ χλιαροῦ φύσιν πρὸς τὰ τραύματα, τὸν γοῦν Εὐρύπυλον τρωθέντα ι ἐκ τούτου καταιονᾷ: καίτοι εἰ ἐπισχεῖν ἔδει τὴν αἱμορραγίαν, τὸ ψυχρὸν ἐπιτήδειον ἦν συστρέφον καὶ συσφίγγον. εἰς δὲ τὸ παρηγορῆσαι τὰς ὀδύνας τῷ θερμῷ ἐπαιονᾷ θέλγειν δυναμένῳ. ἐστὶ δὲ παρ᾽ αὐτῷ τὸ λιαρὸν θερμόν. ἐναργῶς δὲ τοῦτο δείκνυσιν ἐν τῷ περὶ τῶν Σκαμάνδρου πηγῶν
καλὸν ὑπεκπρορέει μάλα περ ῥυπόωντα καθῆραι.
ἆρά γε τοῦτο λιαρόν ἐστιν ἀφ᾽ οὗ πυρὸς ἀτμὶς καὶ καπνὸς ἔμπυρος ἀναφέρεται; περὶ δὲ τῆς ἑτέρας πηγῆς λέγει ὡς θέρους
ἡ μὲν γάρ, φησίν, ὕδατι λιαρῷ ῥέει, ἀμφὶ δὲ καπνὸς
γίνεται ἐξ αὐτῆς ὡσεὶ πυρὸς αἰθομένοιο.
εἰωθὼς δὲ λέγειν καὶ τοὺς νεοτρώτους θερμῷ περιρρεῖσθαι αἵματι ἐπὶ μὲν ' Ἀγαμέμνονός φησιν [p. 180]
ῥέει εἰκυῖα χαλάζῃ
ἢ χιόνι ψυχρῇ ἢ ἐξ ὕδατος κρυστάλλῳ.
ἐπὶ δὲ τοῦ φεύγοντας μετὰ τὸ βληθῆναι ἐλάφου μεταφράζων φησὶν
ὄφρα οἱ αἷμ᾽ ἔτι θερμὸν ἀνήνοθεν ἐξ ὠτειλῆς.
Ἀθηναῖοι δὲ μετάκερας καλοῦσι τὸ χλιαρόν, ὡς Ἐρατοσθένης φησὶν ὑδαρῆ φησὶ καὶ μετάκερας. 15. τῶν δ᾽ ἄλλων ὑδάτων τὰ μὲν ἐκ πετρῶν φερόμενα δνοφερὰ καλεῖ ὡς ἀχρεῖα δηλονότι: τὰ δὲ κρηναῖα καὶ διὰ πλείονος γῆς καὶ εὐκάρπου φερόμενα τῶν ἄλλων προκρίνει, ὡς καὶ Ἡσίοδος:
ὄφρ᾽ αἷμα λιαρὸν καὶ γούνατ᾽ ὀρώρῃ.
καὶ Πίνδαρος:
κρήνης ἀενάου καὶ ἀπορρύτου, ἥ τ᾽ ἀθόλωτος.
κρήνη δ᾽ ἐν Βοιωτίᾳ ἡ Τιλφῶσσα: ἀφ᾽ ἧς Ἀριστοφάνης φησὶ Τειρεσίαν πιόντα διὰ γῆρας οὐχ ὑπομείναντα τὴν ψυχρότητα ἀποθανεῖν. Θεόφραστος δέ φησιν ἐν τῷ περὶ ὑδάτων τὸ Νείλου ὕδωρ πολυγονώτατον καὶ γλυκύτατον διὸ καὶ λύειν τὰς κοιλίας τῶν πινόντων μῖξιν ἔχον λιτρώδη. ἐν δὲ τῷ περὶ φυτῶν ἐνιαχοῦ φησιν ὕδωρ γίνεσθαι παιδογόνον ὡς ἐν Θεσπιαῖς, ἐν Πύρρα. δὲ ἄγονον. καὶ τῶν γλυκέων δέ φησιν ὑδάτων ἔνια ἄγονα ἢ οὐ πολύγονα, ὡς τὸ ἐν Φέτᾳ καὶ τὸ ἐν Πύρρᾳ. αὐχμῶν δέ ποτε γενομένων περὶ τὸν Νεῖλον ἐρρύη τὸ ὕδωρ ἰῶδες καὶ πολλοὶ τῶν Αἰγυπτίων ἀπώλοντο. μεταβάλλειν τέ φησιν οὐ μόνον τὰ πικρὰ τῶν ὑδάτων, ἀλλὰ καὶ τὸ ἁλυκὸν καὶ ὅλους ποταμούς, [p. 182] καθὰ τὸν ἐν Καρίᾳ, παρ᾽ ᾧ Ζηνοποσειδῶνος ἱερόν ἐστιν. αἴτιον δὲ τὸ πολλοὺς κεραυνοὺς πίπτειν περὶ τὸν τόπον, 16. ἄλλα δὲ τῶν ὑδάτων καὶ σωματώδη ἐστὶ καὶ ἔχει ὥσπερ τι βάρος ἐν ἑαυτοῖς, ὡς τὸ ἐν Τροιζῆνι: τοῦτο γάρ καὶ τῶν γευομένων εὐθὺς ποιεῖ πλῆρες τὸ στόμα, τὰ δὲ πρὸς τοῖς περὶ Πάγγαιον μετάλλοις τοῦ μὲν χειμῶνος τὴν κοτύλην ἄγουσαν ἔχει ἐνενήκοντα ἕξ, θέρους δὲ τεσσαράκοντα ἕξ. συστέλλει δὲ αὐτὸ καὶ πυκνοῖ μᾶλλον τὸ ψῦχος. διὸ καὶ ἐν τοῖς γνώμοσι ῥέον οὐκ ἀναδίδωσι τὰς ὥρας ἐν τῷ χειμῶνι, ἀλλὰ περιττεύει βραδυτέρας οὔσης τῆς ἐκροῆς διὰ τὸ πάχος, καὶ ταὐτὰ περὶ Αἰγύπτου φησίν, ὅπου μαλακώτερος ὁ ἀήρ. τὸ δὲ ἁλυκὸν ὕδωρ γεωδέστερόν ἐστι καὶ πλείονος δεῖται κατεργασίας ὡς τὸ θαλάσσιον, θερμοτέραν ἔχον τὴν φύσιν καὶ μὴ ὁμοίως πάσχον. μόνον δ᾽ ἀτέραμνον τῶν ἁλυκῶν τὸ τῆς Ἀρεθούσης. χείρω δ᾽ ἐστὶ τὰ βαρυσταθμότερα καὶ τὰ σκληρότερα καὶ τὰ ψυχρότερα διὰ τὰς αὐτὰς αἰτίας : δυσκατεργαστότερα γάρ ἐστι τὰ μὲν τῷ πολὺ τὸ γεῶδες ἔχειν, τὰ δὲ ψυχρότητος ὑπερβολῇ. τὰ δὲ ταχὺ θερμαινόμενα κοῦφα καὶ ὑγιεινά, ἐν Κραννῶνι δ᾽ ἐστὶν ὕδωρ ἡσυχῇ θερμόν, ὃ θερμόν διατηρεῖ κραθέντα τὸν οἶνον ἐπὶ δύο καὶ τρεῖς ἡμέρας, τὰ δ᾽ ἐπίρρυτα καὶ ἐξ ὀχετοῦ ὡς ἐπίπαν βελτίω τῶν στασίμων, κοπτόμενά τε μαλακώτερα γίνεται, διὰ τοῦτο καὶ τὰ ἀπὸ τῆς χιόνος δοκεῖ χρηστὰ εἶναι: καὶ γὰρ ἀνάγεται τὸ ποτιμώτερον καὶ τοῦτο κεκομμένον [p. 184] ἐστὶ τῷ ἀέρι: διὸ καὶ τῶν ὀμβρίων βελτίω: καὶ τὰ ἐκ κρυστάλλου δὲ διὰ τὸ κουφότερα εἶναι: σημεῖον δ᾽ ὅτι καὶ ὁ κρύσταλλος αὐτὸς κουφότερος τοῦ ἄλλου ὕδατος. τὰ δὲ ψυχρὰ σκληρά, διότι γεωδέστερα. τὸ δὲ σωματῶδες καὶ θερμανθὲν θερμότερον καὶ ψυχθὲν ψυχρότερόν ἐστι. κατὰ τὴν αὐτὴν δ᾽ αἰτίαν καὶ τὰ ἐν τοῖς ὄρεσι ποτιμώτερα τῶν ἐν τοῖς πεδίοις: ἧττον γὰρ μέμικται τῷ γεώδει. ποιεῖ δὲ τὸ γεῶδες καὶ τὰς ἐπιχρόας τῶν ὑδάτων. τὸ γοῦν τῆς ἐν Βαβυλῶνι λίμνης ἐρυθρὸν γίνεται ἐπί τινας ἡμέρας: τὸ δὲ τοῦ Βορυσθένους κατά τινας χρόνους ἰοβαφὲς καίπερ ὄντος καθ᾽ ὑπερβολὴν λεπτοῦ: σημεῖον δέ: τοῦ Ὑπάνιος ἐπάνω γίνεται διὰ κουφότητα τοῖς βορείοις. 17. πολλαχοῦ δ᾽ εἰσὶ κρῆναι αἱ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς ἡ περὶ Παφλαγονίαν, πρὸς ἣν φασι τοὺς ἐγχωρίους ὑποπίνειν προσιόντας, ἁλμώδεις δ᾽ ἅμα τῷ ὀξεῖ ἐν Σικανοῖς τῆς Σικελίας, ἐν τῇ Καρχηδονίων δὲ ἐπικρατείᾳ κρήνη ἐστὶν ᾗ τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον δὲ τὴν χρόαν ὃ ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη, καὶ παρ᾽ ἄλλοις δ᾽ εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἡ ἐν Ἀσίᾳ, ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς. καὶ τῶν θερμῶν δ᾽ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα ἐστίν, ὡς τὰ ἐν Αἰγαῖς τῆς Κιλικίας καὶ περὶ Παγασὰς τὰ τ᾽ ἐν τῇ Τρωικῇ Λαρίσσῃ καὶ περὶ Μαγνησίαν καὶ ἐν Μήλῳ καὶ Λιπάρᾳ: ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσιον Ὄλυμπον τὰ βασιλικὰ καλούμενα, τὰ δὲ ἐν ` Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν [p. 186] Χαρακωμήτην ποταμόν, ἔτι δὲ Νῦσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουμένους ἐλαίου. τοιαῦτα καὶ τὰ ἐν Δασκύλου κώμῃ. τὰ δ᾽ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά: τὰ δὲ περὶ Μηνὸς κώμην, ἥ ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ τὰ ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας, τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστιν ἥδιστα: τὰ γὰρ περὶ Βαίας ἢ Βαίου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα 18. σταθμήσας τὸ ἀπὸ τῆς ἐν Κορίνθῳ Πειρήνης καλουμένης ὕδωρ κουφότερον πάντων εὗρον τῶν κατὰ τὴν Ἑλλάδα, οὐ γὰρ Ἀντιφάνει τῷ κωμικῷ πεπίστευκα λέγοντι κατὰ πολλὰ τὴν ' Ἀττικὴν διαφέρουσαν τῶν ἄλλων καὶ ὕδωρ κάλλιστον ἔχειν, φησὶ γάρ:
μελιγαθὲς ἀμβρόσιον ὕδωρ
Τιλφώσσας ἀπὸ καλλικρήνου.
κωμῳδιοποιὸς εἰρηκέναι Χαιρήμονα τὸν τραγικὸν
οἷα δ᾽ ἡ χώρα φέρει
διαφέροντα πάσης, Ἱππόνικε, τῆς οἰκουμένης,
τὸ μέλι, τοὺς ἄρτους, τὰ σῦκα. β. σῦκα μέν, νὴ
τὸν Δία,
πάνυ φέρει. α. βοσκήματ᾽, ἔρια, μύρτα, θύμα, πυρούς, ὕδωρ,
ὥστε καὶ γνοίην ἂν εὐθὺς Ἀττικὸν πίνων ὕδωρ.
τὸ ὕδωρ ποταμοῦ σῶμά φησί που Εὔβουλος ὁ
καὶ ἡμῶν δὲ πᾶσα δύναμις ἐξ ὑδάτων ἄρδεται. λ:ἐν Τήνῳ κρήνη ἐστὶν ἧς τῷ ὕδατι οἶνος οὐ μίγνυται. ῾ Ἡρόδοτος δὲ ἐν τετάρτῃ τὸν Ὕπανίν [p. 188] φησιν ἀπὸ μὲν τῶν πηγῶν φερόμενον ἐπὶ πέντε ἡμέρας βραχὺν εἶναι καὶ γλυκύν, μετὰ δὲ ἄλλων τεσσάρων ἡμερῶν πλόον πικρὸν γίνεσθαι ἐκδιδούσης εἰς αὐτὸν κρήνης τινὸς πικρᾶς. Θεόπομπος δὲ φησι περὶ τὸν Ἐριγῶνα ποταμὸν ὀξὺ εἶναι ὕδωρ καὶ τοὺς πίνοντας αὐτὸ μεθύσκεσθαι καθὰ καὶ τοὺς τὸν οἶνον. 19. Ἀριστόβουλος δ᾽ ὁ Κασανδρεύς φησιν ἐν Μιλήτῳ κρήνην εἶναι Ἀχίλλειον καλουμένην, ἧς τὸ μὲν ῥεῦμα εἶναι γλυκύτατον, τὸ δ᾽ ἐφεστηκὸς ἁλμυρόν ἀφ᾽ ἧς οἱ Μιλήσιοι περιρράνασθαί φασι τὸν ἥρωα, ὅτε ἀπέκτεινε Τράμβηλον τὸν τῶν Λελέγων βασιλέα, φασὶ δὲ καὶ ὅτι τὸ περὶ Καππαδοκίαν ὕδωρ πολύ τε ὂν καὶ κάλλιστον οὐ σήπεται ἀπόρρυσιν οὐκ ἔχον, πλὴν εἰ μὴ ὑπὸ γῆν ῥέοι. Πτολεμαῖος δὲ ὁ βασιλεὺς ἐν ἑβδόμῳ ὑπομνημάτων ‘ ἐπὶ Κορίνθου προάγουσι, φησίν, ἡμῖν διὰ τῆς Κοντοπορείας καλουμένης κατὰ τὴν ἀκρώρειαν προσβαίνουσιν’ εἶναι κρήνην νᾶμα ἀνιεῖσαν χιόνος ψυχρότερον ἐξ ἧς πολλοὺς μὴ πίνειν ἀποπαγήσεσθαι προσδοκῶντας, αὐτὸς δὲ λέγει πεπωκέναι. Φύλαρχος δέ φησιν ἐν Κλείτορι εἶναι κρήνην ἀφ᾽ ἧς τοὺς πιόντας οὐκ ἀνέχεσθαι τὴν τοῦ οἴνου ὀδμήν. Κλέαρχός φησι τὸ μὲν ὕδωρ ὥσπερ καὶ τὸ γάλα λευκὸν λέγεσθαι, οἶνον δὲ καθάπερ καὶ τὸ νέκταρ ἐρυθρόν, μέλι δὲ καὶ ἔλαιον χλωρόν, τὸ δ᾽ ἐκ τῶν μόρων θλιβόμενον μέλαν. Εὔβουλος εὑρετικούς φησι τὸ ὕδωρ ποιεῖν τοὺς πίνοντας αὐτὸ μόνον,
ἐπεὶ δὲ σηκῶν περιβολὰς ἠμείψαμεν
ὕδωρ τε ποταμοῦ σῶμα διεπεράσαμεν.
τὰ αὐτὰ δ᾽ ἰαμβεῖα καὶ ' Ὠφελίων φησί. [p. 190]20. τοιαῦτα ὥσπερ οἱ ῥήτορες πρὸς ὕδωρ εἰπὼν καὶ βραχὺ ἀναπαυσάμενος αὖθις ἔφη: Ἄμφις ὁ κωμικὸς πού φησιν
τὸν δ᾽ οἶνον ἡμῶν τῷ φρονεῖν ἐπισκοτεῖν,
Ἀντιφάνης δέ:
ἐνῆν ἄρ᾽, ὡς ἔοικε, κἀν οἴνῳ λόγος:
ἔνιοι δ᾽ ὕδωρ πίνοντὲς εἰσ᾽ ἀβέλτεροι.
Ὅτι καὶ ἐπὶ τοῦ ὕδατος ἔταττον οἱ παλαιοὶ τὸ ἄκρατον. σώφρων ‘ὕδωρ ἄκρατον εἰς τὰν κύλικα.’ 21. ὅτι Φύλαρχός φησι Θεόδωρον τὸν Λαρισσαῖον ὑδροπότην γενέσθαι, τὸν ἀλλοτρίως ἀεί ποτε πρὸς Ἀντίγονον ἐσχηκότα τὸν βασιλέα, φησὶ δὲ καὶ τοὺς Ἴβηρας πάντας ὑδροποτεῖν καίτοι πλουσιωτάτους ἀνθρώπων ὄντας, μονοσιτεῖν τε αὐτοὺς ἀεὶ λέγει διὰ μικρολογίαν, ἐσθῆτας δὲ φορεῖν πολυτελεστάτας. Ἀριστοτέλης δ᾽ ἢ Θεόφραστος Φιλῖνόν τινα ἱστορεῖ μήτε ποτῷ χρήσασθαί ποτε μήτε ἐδέσματι ἄλλῳ ἢ μόνῳ γάλακτι πάντα τὸν βίον. Πύθερμος δὲ ἐν τοῖς Πειραιῶς τυραννεύουσι καταγράφει καὶ Γλαύκωνα ὑδροπότην. Ἡγήσανδρος δ᾽ ὁ Δελφὸς Ἀγχίμολον καὶ Μόσχον φησὶ τοὺς ἐν Ἤλιδι σοφιστεύσαντας ὑδροποτῆσαι πάντα τὸν βίον καὶ μόνα σῦκα προσφερομένους οὐδενὸς ἧττον διακεῖσθαι σώμασιν [p. 192] ἐρρωμενεστέρους τὸν δ᾽ ἱδρῶτα αὐτῶν δυσώδη οὕτως ἔχειν ὡς πάντας αὐτοὺς ἐκκλίνειν ἐν τοῖς βαλανείοις. Μᾶτρις δ᾽ ὁ Θηβαῖος ὃν ἐβίω χρόνον οὐδὲν ἐσιτεῖτο ἢ μυρρίνης ὀλίγον, οἴνου δὲ καὶ τῶν ἄλλων πάντων ἀπείχετο πλὴν ὕδατος, ὑδροπότης δ᾽ ἦν καὶ Λάμπρος ὁ μουσικός, περὶ οὗ Φρύνιχός φησι:
οἴνῳ ... τὸν οἶνον ἐξελαύνειν,
σάλπιγγι τὴν σάλπιγγα, τῷ κήρυκι τὸν βοῶντα,
κόπῳ κόπον, ψόφῳ ψόφον, τριωβόλῳ δὲ πόρνην,
αὐθαδίαν αὐθαδίᾳ, Καλλίστρατον μαγείρῳ,
στάσιν στάσει, μάχῃ μάχην, ὑπωπίοις δὲ πύκτην,
πόνῳ πόνον, δίκην δίκῃ, γυναικὶ τὴν γυναῖκα.
Μάχων δ᾽ ὁ κωμικὸς ὑδροπότου Μοσχίωνος μέμνηται. 22. Ἀριστοτέλης δ᾽ ἐν τῷ περὶ μέθης φησὶν ὅτι ἁλμυράς τινες προσφερόμενοι τροφὰς ἄδιψοι διέμειναν ὧν ἦν Ἀρχωνίδης ὁ Ἀργεῖος. Μάγων δὲ ὁ Καρχηδόνιος τρὶς τὴν ἄνυδρον διῆλθεν ἄλφιτα ξηρὰ σιτούμενος καὶ μὴ πίνων. πολέμων δ᾽ ὁ Ἀκαδημαικὸς ἀρξάμενος ἀπὸ τριάκοντα ἐτῶν ὑδροπότησε μέχρι θανάτου, ὡς ἔφη Ἀντίγονος ὁ Καρύστιος. Διοκλῆ τε τὸν Πεπαρήθιόν φησι Δημήτριος ὁ Σκήψιος μέχρι τέλους ψυχρὸν ὕδωρ πεπωκέναι. αὐτὸς δὲ περὶ αὑτοῦ μάρτυς ἀξιόχρεως Δημοσθένης ὁ ῥήτωρ φάσκων χρόνον τινὰ ὕδωρ μόνον πεπωκέναι. καὶ Πυθέας γοῦν φησιν ‘ ἀλλὰ τοὺς νῦν δημαγωγοὺς ὁρᾶτε Δημοσθένη καὶ Δημάδην ὡς ἐναντίως τοῖς βίοις διάκεινται. ὁ μὲν γὰρ ὑδροποτῶν καὶ μεριμνῶν τὰς νύκτας, [p. 194] ὥς φασιν, ὁ δὲ πορνοβοσκῶν καὶ μεθυσκόμενος κατὰ τὴν ἡμέραν ἑκάστην προγάστωρ ἡμῖν ἐν ταῖς ἐκκλησίαις ἀνακαλεῖ.’ Εὐφορίων δὲ ὁ Χαλκιδεὺς οὕτω που γράφει: ‘ Λασύρτας ὁ Λασιώνιος οὐδὲν προσεδεῖτο ποτοῦ καθάπερ οἱ ἄλλαι, οὖρον δὲ προίετο καθάπερ πάντες ἄνθρωποι, καὶ πολλοὶ διὰ φιλοτιμίαν ἐπεχείρησαν παρατηρῆσαι καὶ ἀπέστησαν πρὸ τοῦ εὑρεῖν τὸ πραττόμενον. θέρους γὰρ ὥρᾳ καὶ τριακονθήμερον προσεδρεύοντες καὶ οὐδενὸς μὲν ὁρῶντες ἀπεχόμενον ἁλμυροῦ, τὴν κύστιν δ᾽ αὐτοῦ ἔχοντα συνεπείσθησαν ἀληθεύειν. ἐχρῆτο δὲ καὶ τῷ ποτῷ, ἀλλ᾽ οὐδὲν ἧττον οὐ προσεδεῖτο τούτου.’
καὶ νιγλάρους θρηνεῖν, ἐν οἷσι Λάμπρος ἐναπέθνῃσκεν,
ἄνθρωπος ὢν ὑδατοπότης, μινυρὸς ὑπερσοφιστής,
Μουσῶν σκελετός, ἀηδόνων ἠπίαλος, ὕμνος Ἅιδου.
φησὶν Ἀντιφάνης,
.. μεταλλάξαι διάφορα βρώματα
ἐσθ᾽ ἡδύ,
23. ὁ Περσῶν βασιλεύς, ὥς φησιν ἐν τῇ α᾽ Ἡρόδοτος, ὕδωρ ἀπὸ τοῦ Χοάσπεω πιεῖν ἄγεται τοῦ παρὰ Σοῦσα ῥέοντος: τοῦ μόνου πίνει ὁ βασιλεύς, τοῦ δὲ τοιούτου ὕδατος ἀπεψημένου πολλαὶ κάρτα ἅμαξαι τετράκυκλοι ἡμιόνειαι κομίζουσαι ἐν ἀγγείοις ἀργυρέοισιν ἕπονταί οἱ. Κτησίας δὲ ὁ Κνίδιος καὶ ἱστορεῖ ὅπως ἕψεται τὸ βασιλικὸν τοῦτο ὕδωρ καὶ ὅπως ἐναποτιθέμενον τοῖς ἀγγείοις φέρεται τῷ βασιλεῖ, λέγων αὐτὸ καὶ ἐλαφρότατον καὶ ἥδιστον εἶναι. καὶ ὁ τῆς Αἰγύπτου δὲ [p. 196] βασιλεὺς δεύτερος, ὁ Φιλάδελφος ἐπίκλην, ἐκδοὺς τὴν αὑτοῦ θυγατέρα Βερενίκην Ἀντιόχῳ τῷ Συρίας βασιλεῖ, ἐν ἐπιμελείᾳ εἶχε πέμπειν αὐτῇ τὸ ἀπὸ τοῦ Νείλου ὕδωρ, ἵνα μόνου τούτου τοῦ ποταμοῦ ἡ παῖς πίνῃ, ἱστορεῖ Πολύβιος. Ἡλιόδωρος δέ φησι τὸν Ἐπιφανῆ Ἀντίοχον, ὃν διὰ τὰς πράξεις Πολύβιος Ἐπιμανῆ καλεῖ, τὴν κρήνην τὴν ἐν Ἀντιοχείᾳ κεράσαι οἴνῳ: καθάπερ καὶ τὸν Φρύγα Μίδαν φησὶ Θεόπομπος, ὅτε ἑλεῖν τὸν Σιληνὸν ὑπὸ μέθης ἠθέλησεν. ἐστὶ δὲ ἡ κρήνη, ὥς φησι Βίων, μέση Μαιδῶν καὶ Παιόνων Ἴννα καλουμένη. Στάφυλος δέ φησι τὴν τοῦ οἴνου πρὸς τὸ ὕδωρ κρᾶσιν Μελάμποδα πρῶτον εὑρεῖν. φησὶ δὲ καὶ πεπτικώτερον τοῦ οἴνου τὸ ὕδωρ Πλειστόνικος. 24. ὅτι τοῖς προπίνουσιν ἐπιτεταμένως οὐκ οἰκείως διατίθεται ὁ στόμαχος, ἀλλὰ μᾶλλον κακοῦται καὶ πολλάκις φθορὰν τῶν ληφθέντων παρασκευάζει. δεῖ οὖν τὸν ὑγιείας ἀντιποιούμενον καὶ συμμέτροις γυμνασίοις χρᾶσθαι διὰ τοὺς πολλοὺς ἱδρῶτας καὶ λουτροῖς, ὡς διᾶναί τε τὸ σῶμα καὶ μαλαχθῆναι: μετὰ δὲ ταῦτα προπίνειν ὕδωρ ὡς χρηστότατον, ἐν μὲν χειμῶνι καὶ ἔαρι θερμὸν ὡς μάλιστα, ἐν δὲ τῷ θέρει ψυχρόν, ὡς μὴ προεκλύειν τὸν στόμαχον προπίνειν δὲ σύμμετρον τῷ πλήθει, χάριν τοῦ προαναληφθῆναι τοῦτο εἰς τὴν ἕξιν καὶ μὴ ἀκέραιον ἀναδίδοσθαι τὴν ἀπὸ τοῦ οἴνου δύναμιν μηδὲ τοῖς πέρασι τῶν ἀγγείων προσπίπτουσαν ἐπιδάκνειν. ἐὰν δὲ τις ἡμῶν τοῦτο δυσκόλως [p. 198] ποιῇ, γλυκὺν ὑδαρῆ θερμὸν προλαμβανέτω, μάλιστα δὲ τὸν καλούμενον πρότροπον τὸν γλυκὺν Λέσβιον ὄντα εὐστόμαχον. καὶ ὁ γλυκάζων δ᾽ οἶνος οὐ βαρύνει τὴν κεφαλήν, ὡς Ἱπποκράτης ἐν τῷ περὶ διαίτης φησίν, ὅ τινες μὲν ἐπιγράφουσι περὶ ὀξέων νόσων, οἱ δὲ περὶ πτισάνης, ἄλλοι δὲ πρὸς τὰς Κνιδίας γνώμας. λέγει δέ: ‘ὁ γλυκὺς ἧσσόν ἐστι καρηβαρικὸς τοῦ οἰνώδεος καὶ ἧσσον φρενῶν ἁπτόμενος καὶ διαχωρητικώτερος τοῦ ἑτέρου κατ᾽ ἔντερον.’ Ου᾽ δεῖ δὲ προπίνειν καθὰ τοὺς Καρμανούς φησι Ποσειδώνιος: τούτους γὰρ φιλοφρονουμένους ἐν τοῖς συμποσίοις λύειν τὰς ἐπὶ τῷ προσώπῳ φλέβας καὶ τὸ καταρρέον αἷμα μιγνύντας τῷ πόματι προσφέρεσθαι, τέλος φιλίας νομίζοντας τὸ γεύεσθαι τοῦ ἀλλήλων αἵματος, μετὰ δὲ τὴν προσφορὰν ταύτην συγχρίεσθαι τὴν κεφαλὴν μύρῳ, μάλιστα μὲν ῥοδίνῳ, εἰ δὲ μή, μηλίνῳ, εἰς τὸ ἀποκρούεσθαι τὰ ἀπὸ τοῦ πότου καὶ μὴ βλάπτεσθαι ἀπὸ τῆς τῶν οἴνων ἀναθυμιάσεως: εἰ δὲ μή, ἰρίνῳ ἢ ναρδίνῳ. οὐ κακῶς οὖν Ἄλεξίς φησιν
καὶ τῶν πολλάκις θρυλουμένων
διάμεστον ὄντα τὸ παραγεύσασθαί τινος
καινοῦ παρέσχε διπλασίαν τὴν ἡδονήν.
25. ἐκκλίνειν δὲ δεῖ τὰ πάχη τῶν μύρων ὕδωρ τε πίνειν τὸ κατὰ πρόσοψιν λεπτὸν καὶ διαυγές, ὃ δὴ καὶ κατὰ τὸν σταθμόν ἐστι κοῦφον καὶ οὐδὲν ἐν αὑτῷ γεῶδες ἔχει. τὸ δὲ συμμέτρως θερμαινόμενον καὶ ψυχόμενον ὕδωρ χρηστόν ἐστι καὶ εἰς [p. 200] χάλκεον ἢ ἀργύρεον ἄγγος ἐγχεόμενον οὐ ποιεῖ τὸ ἰῶδες. φησὶ δὲ καὶ Ἱπποκράτης: ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ψυχόμενον ἀεὶ κουφότερον. μοχθηρὰ δ᾽ ἐστὶ τὰ βραδέως τὰ ὄσπρια τήκοντα. τοιαῦτα δὲ τὰ νιτρώδη καὶ ἁλμυρά, ἐν δὲ τῷ περὶ ὑδάτων Ἱπποκράτης καλεῖ τὸ χρηστὸν ὕδωρ πότιμον. τὰ δὲ τῶν ὑδάτων στάσιμα χαλεπά, ὡς τὰ λιμναῖα καὶ τὰ ἑλώδη. ἐστὶ δὲ καὶ τῶν κρηναίων τὰ πλεῖστα σκληρότερα. Ἐρασίστρατος δέ φησιν ὡς ‘δοκιμάζουσί τινες τὰ ὕδατα σταθμῷ ἀνεξετάστως. ἰδοὺ γὰρ τοῦ ἐξ Ἀμφιαράου ὕδατος καὶ τοῦ ἐξ Ἐρετρίας συμβαλλομένων, τοῦ μὲν φαύλου τοῦ δὲ χρηστοῦ ὄντος, οὐδ᾽ ἥτις ἐστὶ διαφορὰ κατὰ τὸν σταθμόν.’ Ἱπποκράτης δ᾽ ἐν τῷ περὶ τόπων ἄριστά φησιν εἶναι τῶν ὑδάτων ὅσα ἐκ μετεώρων χωρίων ῥεῖ καὶ ἐκ λόφων γεηρῶν. ταῦτα γὰρ λευκὰ καὶ γλυκέα καὶ τὸν οἶνον ὀλίγον φέρειν οἷά τέ ἐστι, τόν τε χειμῶνα θερμαίνεται καὶ τὸ θέρος ψυχρὰ ἐστιν. ἐπαινεῖ δὲ μάλιστα ὧν τὰ ῥεύματα πρὸς ἀνατολὴν ἡλίου ἔρρωγε καὶ μάλιστα πρὸς τὰς θερινάς. ἀνάγκη γὰρ λαμπρὰ εἶναι καὶ εὐώδη καὶ κοῦφα. Διοκλῆς δέ φησι τὸ ὕδωρ πεπτικὸν εἶναι καὶ ἄφυσον ψυκτικόν τε μετρίως ὀξυδερκές τε καὶ ἥκιστα καρηβαρικὸν κινητικόν τε ψυχῆς καὶ σώματος. Πραξαγόρας τε ταὐτά φησι: ἐπαινεῖ δὲ τὸ ὄμβριον, Εὐήνωρ δὲ τὰ λακκαῖα: χρηστότερόν τε εἶναι φάσκει τὸ ἐξ Ἀμφιαράου συμβαλλόμενον τῷ ἐν Ἐρετρίᾳ. [p. 202]26. ὅτι δὲ τὸ ὕδωρ ὁμολογουμένως ἐστὶ τρόφιμον δῆλον ἐκ τοῦ τρέφεσθαί τινα ἐξ αὐτοῦ μόνου τῶν ζῴων, ὥσπερ τοὺς τέττιγας. πολλὰ δὲ καὶ τῶν ἄλλων ὑγρῶν ἐστι τρόφιμα, οἷον γάλα, πτισάνη, οἶνος. τὰ γοῦν ὑποτίτθια γάλακτι διαρκεῖται, καὶ πολλὰ δὲ ἔθνη γαλακτοποτοῦντα ζῇ. Δημόκριτον δὲ τὸν Ἀβδηρίτην λόγος ἔχει διὰ γῆρας ἐξάξαι αὑτὸν διεγνωκότα τοῦ ζῆν καὶ ὑφαιροῦντα τῆς τροφῆς καθ᾽ ἑκάστην ἡμέραν, ἐπεὶ αἱ τῶν Θεσμοφορίων ἡμέραι ἐνέστησαν, δεηθεισῶν τῶν οἰκείων γυναικῶν μὴ ἀποθανεῖν κατὰ τὴν πανήγυριν, ὅπως ἑορτάσωσι, πεισθῆναι κελεύσαντα μέλιτος ἀγγεῖον αὑτῷ πλησίον παρατεθῆναι, καὶ διαζῆσαι ἡμέρας ἱκανὰς τὸν ἄνδρα, τῇ ἀπὸ τοῦ μέλιτος ἀναφορᾷ μόνῃ χρώμενον, καὶ μετὰ τὰς ἡμέρας βασταχθέντος τοῦ μέλιτος ἀποθανεῖν. ἔχαιρε δὲ ὁ Δημόκριτος ἀεὶ τῷ μέλιτι: καὶ πρὸς τὸν πυθόμενον πῶς ἂν ὑγιῶς τις διάγοι, ἔφη εἰ τὰ μὲν ἐντὸς μέλιτι βρέχοι, τὰ δ᾽ ἐκτὸς ἐλαίῳ. καὶ τῶν Πυθαγορικῶν δὲ τροφὴ ἦν ἄρτος μετὰ μέλιτος, ὥς φησιν Ἀριστόξενος, τοὺς προσφερομένους αὐτὰ ἀεὶ ἐπ᾽ ἀρίστῳ λέγων ἀνόσους διατελεῖν. Λύκος δὲ πολυχρονίους φησὶν εἶναι τοὺς Κυρνίους οἰκοῦσι δ᾽ οὗτοι περὶ Σαρδόνα διὰ τὸ μέλιτι ἀεὶ χρῆσθαι: πλεῖστον δὲ τοῦτο γίνεται παρ᾽ αὐτοῖς. 27. ὅρα τὸ ‘ἀνατιθεμένων πάντων τὴν ζήτησιν’ ἤτοι ἀναβαλλομένων. ὅτι τὸ ἄνηστις ἡ νῆστις πλεονασμῷ τοῦ ᾱ, ὡς στάχυς ἄσταχυς, παρὰ Κρατίνῳ κεῖται [p. 204]
ἐναλείφεται τὰς ῥῖνας: ὑγιείας μέρος
μέγιστον ὀσμὰς ἐγκεφάλῳ χρηστὰς ποιεῖν.
τὸ δὲ ὀξύπεινος παρὰ Διφίλῳ:
οὐ γάρ τοι σύ γε πρῶτος ἄκλητος φοιτᾷς ἐπὶ
δεῖπνον ἄνηστις.
καὶ Ἀντιφάνης:
τέρπομαι γυμνοὺς ὁρῶν
τοὺς ὀξυπείνους καὶ πρὸ τῶν καιρῶν ἀεὶ
πάντ᾽ εἰδέναι σπεύδοντας.
καὶ Εὔβουλος:
ἓν νόσημα τοῦτ᾽ ἔχει:
ἀεὶ γὰρ ὀξύπεινός ἐστι. β. Θετταλὸν
λέγει κομιδῇ τὸν ἄνδρα.
28.
Ζῆθον μὲν ἐλθόνθ᾽ ἁγνὸν ἐς Θήβης πέδον
οἰκεῖν κελεύει: καὶ γὰρ ἀξιωτέρους
πωλοῦσιν, ὡς ἔοικε, τοὺς ἄρτους ἐκεῖ:
ὁ δὲ ὀξύπεινος. τὸν δὲ μουσικώτατον
κλεινὰς Ἀθήνας ἐκπερᾶν Ἀμφίονα:
οὗ ῥᾷστ᾽ ἀεὶ πεινῶσι Κεκροπιδῶν κόροι
κάπτοντες αὔρας, ἐλπίδας σιτούμενοι.
Πλάτων ‘οὐ μονοσιτῶν ἑκάστοτε ἀλλὰ κἀνίοτε δειπνῶν δὶς τῆς ἡμέρας.’ ὅτι νωγαλεύματα ἐκάλουν τὰ ἡδέα βρώματα, Ἀραρώς:
ὁ δὲ μονοσιτῶν κεῖται παρ᾽ Ἀλέξιδι:
ἐπὰν ἰδιώτην ἄνδρα μονοσιτοῦντ᾽ ἴδῃς
ἢ μὴ ποθοῦντ᾽ ᾠδὰς ποιητὴν καὶ μέλη,
τὸν μὲν ἰδιώτην τοῦ βίου τὸν ἥμισυν
ἀπολωλεκέναι νόμιζε, τὸν δὲ τῆς τέχνης
τὴν ἡμίσειαν ζῶσι δ᾽ ἀμφότεροι μόλις.
Ἄλεξις:
τὰ κομψὰ μὲν δὴ ταῦτα νωγαλεύματα, [p. 206]
Ἀντιφάνης:
Θασίοις οἰναρίοις
τῆς ἡμέρας τὸ λοιπὸν ὑποβρέχει μέρος
καὶ νωγαλίζει.
ἀπόσιτον δ᾽ εἴρηκε Φιλωνίδης, αὐτόσιτον δὲ Κρώβυλος: ‘ παράσιτον αὐτόσιτον.’ ἀναρίστητον δ᾽ εἴρηκεν Εὔπολις. ἀναγκόσιτον δὲ Κράτης. καὶ Νικόστρατος δέ:
βότρυς, ῥόας, φοίνικας, ἕτερα νώγαλα.
ἀριστόδειπνον δ᾽ εἶπεν Ἄλεξις:
μειράκιον.. κατὰ τύχην
ὑποσκαφιόκαρτόν τι κεχλαμυδωμένον
κατάγεις ἀναγκόσιτον.
29. μετὰ ταῦτα ἀναστάντες κατεκλίνθημεν ὡς ἕκαστος ἤθελε, οὐ περιμείναντες ὀνομακλήτορα τὸν τῶν δείπνων ταξίαρχον. ὅτι καὶ τρίκλινοι οἶκοι καὶ τετράκλινοι καὶ ἑπτάκλινοι καὶ ἐννεάκλινοι καὶ κατὰ τοὺς ἑξῆς ἀριθμοὺς ἦσαν παρὰ τοῖς παλαιοῖς, Ἀντιφάνης :
ἀφ᾽ ὧν γένοιτ᾽ ἂν ἡμῖν σύντομον
ἀριστόδειπνον.
Φρύνιχος:
συναγαγὼν
τρεῖς ὄντας εἰς τρίκλινον ὑμᾶς,
Εὔβουλος: [p. 208]
ἑπτάκλινος οἶκος ἦν καλός,
εἶτ᾽ ἐννεάκλινος ἕτερος οἶκος.
Ἄμφις:
θὲς ἑπτάκλινον. β. ἑπτάκλινος οὑτοσί.
α. καὶ πέντε κλίνας Σικελικάς. β. λέγ᾽ ἄλλο τι.
α, Σικελικὰ προσκεφάλαια πέντε.
Ἀναξανδρίδης:
οὐχ ὑποστρώσεις ποτὲ
τρίκλινον;
30. ‘ νῦν δὲ τὴν τῶν στρωμάτων σύνθεσιν περιβολῇ χωρίζουσι καὶ ὑποβολῇ,’ φησὶ Πλάτων ὁ φιλόσοφος, ὁ δ᾽ ὁμώνυμος αὐτῷ ποιητής φησι:
τρίκλινον δ᾽ εὐθέως συνήγετο καὶ συναυλίαι γερόντων.-
ἀλλὰ ξενῶνας οἶγε καὶ ῥᾶνον δόμους
στρώννυ τε κοίτας καὶ πυρὸς φλέξον μένος
κρατῆρά τ᾽ αἴρου καὶ τὸν ἥδιστον κέρα.
ἤκμασε δ᾽ ἡ τῶν ποικίλων ὑφή μάλιστα ἐντέχνων περὶ αὐτὰ γενομένων Ἀκεσᾶ καὶ Ἑλικῶνος τῶν Κυπρίων, ὑφάνται δ᾽ ἦσαν ἔνδοξοι: καὶ ἦν Ἑλικὼν υἱὸς Ἀκεσᾶ, ὥς φησιν Ἱερώνυμος. ἐν Πυθοῖ γοῦν ἐπί τινος ἔργου ἐπιγέγραπται
κἆτ᾽ ἐν κλίναις ἐλεφαντόποσιν καὶ στρώμασι πορφυροβάπτοις
κἀν φοινικίσι Σαρδιακαῖσιν κοσμησάμενοι κατάκεινται.
τοιοῦτος ἦν καὶ Παθυμίας ὁ Αἰγύπτιος. : [p. 210]
τεῦξ᾽ Ἑλικὼν Ἀκεσᾶ Σαλαμίνιος, ᾧ ἐνὶ χερσὶ
πότνια θεσπεσίην Παλλὰς ἔπνευσε χάριν.
φησὶν Ἔφιππος. Ἀριστοφάνης:
ὡς ἐγὼ σκιρτῶ πάλαι
ὅπου ῥοδόπνοα στρώματ᾽ ἔστι, καὶ λούμενος
μύροις ψακαστοῖς,
Σώφρων δὲ ‘ στρουθωτὰ ἑλίγματά φησιν ἐντετιμημένα.’ Ὅμηρος δὲ ὁ θαυμασιώτατος τῶν στρωμάτων τὰ μὲν κατώτερα λῖτα εἶναι φάσκει ἤτοι λευκὰ καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα, τὰ δὲ περιστρώματα ‘ ῥήγεα καλά, πορφύρεα,’ 31.
ὅστις ἐν ἡδυόσμοις
στρώμασι παννυχίζων
τὴν δέσποιναν ἐρείδεις.
καὶ τοὺς λεγομένους στρώτας ἐφεῦρον, ἵνα κόσμον ἔχῃ ἡ στρῶσις καὶ εὐάφειαν. τὸν οὖν Τιμαγόραν ἢ τὸν ἐκ Γόρτυνος Κρῆτα, ὥς φησι Φαινίας ὁ περιπατητικός, Ἔντιμον, ὃς ζήλῳ Θεμιστοκλέους ἀνέβη ὡς βασιλέα, τιμῶν Ἀρταξέρξης σκηνήν τε ἔδωκεν αὐτῷ διαφέρουσαν τὸ κάλλος καὶ τὸ μέγεθος καὶ κλίνην ἀργυρόποδα, ἔπεμψε δὲ καὶ στρώματα πολυτελῆ καὶ τὸν ὑποστρώσοντα, φάσκων οὐκ ἐπίστασθαι τοὺς Ἕλληνας ὑποστρωννύειν. καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκαλεῖτο ὁ Κρὴς οὗτος, τὸν βασιλέα ψυχαγωγήσας: ὅπερ οὐδενὶ πρότερον τῶν Ἑλλήνων ἐγένετο, ἀλλ᾽ οὐδ᾽ ὕστερον, αὕτη γὰρ ἡ τιμὴ τοῖς συγγενέσι διεφυλάττετο. Τιμαγόρᾳ μὲν γὰρ τῷ Ἀθηναίῳ τῷ προσκυνήσαντι βασιλέα καὶ μάλιστα τιμηθέντι [p. 212] τοῦτο οὐχ ὑπῆρξε: τῶν δὲ παρατιθεμένων βασιλεῖ τούτῳ τινὰ ἀπὸ τῆς τραπέζης ἀπέστελλε. Ἀνταλκίδᾳ δὲ τῷ Λάκωνι τὸν αὑτοῦ στέφανον εἰς μύρον βάψας ἔπεμψε, τῷ δὲ Ἐντίμῳ τοιαῦτα πολλὰ ἐποίει καὶ ἐπὶ τὸ συγγενικὸν ἄριστον ἐκάλει. ἐφ᾽ ᾧ οἱ Πέρσαι χαλεπῶς ἔφερον ὡς τῆς τε τιμῆς δημευομένης καὶ στρατείας ἐπὶ τὴν Ἑλλάδα πάλιν ἐσομένης. ἔπεμψε δὲ καὶ κλίνην αὐτῷ ἀργυρόποδα καὶ στρωμνὴν καὶ σκηνὴν οὐρανοφόρον ἀνθινὴν καὶ θρόνον ἀργυροῦν καὶ ἐπίχρυσον σκιάδειον καὶ φιάλας λιθοκολλήτους χρυσᾶς εἴκοσι, ἀργυρᾶς δὲ μεγάλας ἑκατὸν καὶ κρατῆρας ἀργυροῦς καὶ παιδίσκας ἑκατὸν καὶ παῖδας ἑκατὸν χρυσοῦς τε ἑξακισχιλίους χωρὶς τῶν εἰς τὰ ἐπιτήδεια καθ᾽ ἡμέραν διδομένων. 32. τράπεζαι ἐλεφαντόποδες τῶν ἐπιθημάτων ἐκ τῆς καλουμένης σφενδάμνου πεποιημένων. Κρατῖνος:
πρῶτοι δὲ Πέρσαι, ὥς φησιν Ἡρακλείδης,
δυσχεραίνει ὁ παρὰ τῷ σοφιστῇ Οὐλπιανὸς καὶ λέγει: ‘ τήμερον ἐγὼ ' πράγματα ἕξω ἐξ ἀπραξίας πόθεν γὰρ τούτῳ ὁ τρίπους; ... εἰ μὴ τὴν Διογένους βακτηρίαν σὺν καὶ τὼ πόδε ἀριθμῶν οὗτος τρίποδα προσηγόρευσε, πάντων τραπέζας καλούντων τὰς παραθέσεις ταύτας.’ [p. 214] ὅτι Ἡσίοδος ἐν Κήυκος γάμῳ κἂν γὰρ γραμματικῶν παῖδες ἀποξενῶσι τοῦ ποιητοῦ τὰ ἔπη ταῦτα, ἀλλ᾽ ἐμοὶ δοκεῖ ἀρχαῖα εἶναι—τρίποδας τὰς τραπέζας φησί. καὶ Ξενοφῶν δ᾽ ὁ μουσικώτατος ἐν ζ᾽ Ἀναβάσεως γράφει: ‘ τρίποδες εἰσηνέχθησαν πᾶσιν οὗτοι δὲ ὅσον εἴκοσι κρεῶν μεστοὶ νενεμημένων.’ καὶ ἐπάγει: ‘ μάλιστα δ᾽ αἱ τράπεζαι κατὰ τοὺς ξένους ἀεὶ ἐτίθεντο.’ ' Ἀντιφάνης :
γαυριῶσαι δ᾽ ἀναμένουσιν ὧδ᾽ ἐπηγλαισμέναι
μείρακες φαιδραὶ τράπεζαι τρισκελεῖς σφενδάμνιναι.
εἰπόντος τινὸς κυνικοῦ τρίποδα τὴν τράπεζαν
Εὔβουλος:
ἐπεὶ δ᾽ ὁ τρίπους ἤρθη κατὰ χειρῶν τ᾽ εἴχομεν.
Ἐπίχαρμος:
τρίποδες οὗτοι πέντε σοι
καὶ πέντε Β. πεντηκοστολόγος γενήσομαι.
Ἀριστοφάνης:
τί δὲ τόδὲ ἐστί; β. δηλαδὴ τρίπους. α. τί μὰν
ἔχει πόδας
τέτορας; οὔκ ἐστιν τρίπους, ἀλλ᾽ ἐστὶν οἶμαι
τετράπους.
β. ἐστὶ δ᾽ ὄνομ᾽ αὐτῷ τρίπους, τέτοράς γε μὰν
ἔχει πόδας.
α. Οἰδίπους τοίνυν ποτ᾽ ἦν, αἴνιγμά τοι νοεῖς.
[p. 216] κατακλιθέντι προδίδοσθαι γραμματείδιόν τι περιέχον ἀναγραφὴν τῶν παρεσκευασμένων, ἐφ᾽ ᾧ εἰδέναι ὅ τι μέλλει ὄψον φέρειν ὁ μάγειρος. Δαμασκηνά. Δαμασκοῦ τῆς πόλεως ἐνδόξου οὔσης καὶ μεγάλης πολλοὶ τῶν ἀρχαίων μέμνηνται. ἐπεὶ δὲ πλεῖστον ἐν τῇ τῶν Δαμασκηνῶν ἐστι χώρᾳ τὸ κοκκύμηλον καλούμενον καὶ κάλλιστα γεωργεῖται, ἰδίως καλεῖται τὸ ἀκρόδρυον Δαμασκηνὸν ὡς διάφορον τῶν κατὰ τὰς ἄλλας χώρας γινομένων, κοκκύμηλα οὖν ἐστι ταῦτα ὧν ἄλλος τε μέμνηται καὶ Ἱππῶναξ:
τράπεζαν ἡμῖν εἴσφερε τρεῖς πόδας ἔχουσαν, τέτταρας δὲ μὴ ' χέτω.
β. καὶ πόθεν ἐγὼ τρίπουν τράπεζαν λήψομαι; 33. ὅτι ἔθος ἦν ἐν τοῖς δείπνοις τῷ ἑστιάτορι
Ἄλεξις:
στέφανον εἶχον κοκκυμήλων καὶ μίνθης.
πάλιν
καὶ μὴν ἐνύπνιον οἴομαὶ γ᾽ ἑορακέναι
νικητικόν. β. λέγ᾽ αὐτό. α. τὸν νοῦν πρόσεχε δή:
ἐν τῷ σταδίῳ τῶν ἀνταγωνιστῶν μέ τις
ἐδόκει στεφανοῦν γυμνὸς προσελθὼν.
στεφάνῳ κυλιστῷ κοκκυμήλων Β. Ἡράκλεις.
α. πεπόνων ...
Νίκανδρος:
ἑόρακας ἤδη πώποτ᾽ ἐσκευασμένον
ἤνυστρον ἢ σπλῆν᾽ ὀπτὸν ὠνθυλευμένον
ἢ κοκκυμήλων σπυρίδα πεπόνων;.
τοιοῦτ᾽ ἔχει τὸ μέτωπον.
Κλέαρχος δ᾽ ὁ περιπατητικός φησι Ῥοδίους καὶ Σικελιώτας βράβυλα καλεῖν τὰ κοκκύμηλα, ὡς καὶ Θεόκριτος ὁ Συρακούσιος:
μῆλον ὃ κόκκυγος καλέουσι.
καὶ πάλιν
ὅρπηκες βραβίλοισι καταβρίθοντες ἔραζε. [p. 218]
ἐστὶ δὲ τοῦτο τὸ ἀκρόδρυον μικρότερον μὲν τῇ περιφορᾷ τῶν κοκκυμήλων, τῇ δ᾽ ἐδωδῇ τὸ αὐτό, πλὴν ὀλίγον δριμύτερον. Σέλευκος δ᾽ ἐν Γλώσσαις βράβιλά φησιν ἦλα κοκκύμηλα μάδρυα τὰ αὐτὰ εἶναι: τὰ μὲν μάδρυα οἷον μαλόδρυα, τὰ δὲ βράβυλα ὅτι εὐκοίλια καὶ τὴν βορὰν ἐκβάλλοντα, ἦλα δὲ οἷον μῆλα, ὡς Δημήτριος ὁ Ἰξίων λέγει ἐν Ἐτυμολογίᾳ. Θεόφραστος δὲ λέγει: ‘ κοκκυμηλέα καὶ σποδιάς: τοῦτο δ᾽ ἐστὶν ὥσπερ ἀγρία κοκκυμηλέα.’ Ἀραρὼς δὲ κοκκύμηλον καλεῖ τὸ δένδρον, κοκκύμηλον δὲ τὸ ἀκρόδρυον. Δίφιλος δὲ ὁ Σίφνιος μέσως φησὶν εἶναι ταῦτα εὔχυλα, εὔφθαρτα, εὐέκκριτα, ὀλιγότροφα. 34. κεράσια. Θεόφραστος ἐν τῷ περὶ φυτῶν ‘ ἴδιον δὲ τῇ φύσει δένδρον ὁ κέρασός ἐστι καὶ μεγέθει μέγα: καὶ γὰρ εἰς εἴκοσι καὶ τέσσαρας πήχεις αὔξεται. φύλλον δὲ ὅμοιον ἔχει τῷ τῆς μεσπίλης, σκληρὸν δὲ καὶ πλατύτερον, φλοιὸν δ᾽ ὅμοιον φιλύρᾳ, ἄνθος δὲ λευκόν, ἀπίῳ καὶ μεσπίλῃ ὅμοιον, ἐκ μικρῶν ἀνθῶν συγκείμενον, κηριῶδες. ὁ δὲ καρπὸς ἐρυθρός, ὅμοιος διοσπύρῳ τὸ σχῆμα, τὸ δὲ μέγεθος ἡλίκον κύαμος, πλὴν τοῦ διοσπύρου μὲν ὁ πυρὴν σκληρός, τοῦ δὲ κεράσου μαλακός.’ καὶ πάλιν ‘ κράταιγος: οἱ δὲ κραταίγονον καλοῦσιν. ἔχει δὲ τὸ μὲν φύλλον τεταμένον ὅμοιον μεσπίλῃ πλὴν μεῖζον ἐκείνου καὶ πλατύτερον ἢ προμηκέστερον τὸν δὲ χαραγμὸν οὐκ ἔχει ὥσπερ [p. 220] ἐκεῖνο. γίνεται δὲ τὸ δένδρον οὔτε μέγα λίαν οὔτε παχύ: τὸ δὲ ξύλον ποικίλον, ξανθόν, ἰσχυρόν. φλοιὸν δ᾽ ἔχει λεῖον ὅμοιον μεσπίλῃ: μονόριζον εἰς βάθος ὡς ἐπὶ πολύ. καρπὸν δ᾽ ἔχει στρογγύλον ἡλίκον ὁ κότινος: πεπαινόμενος δὲ ξανθὸς τέ ἐστι καὶ ἐπιμελαίνεται: ἔχει δὲ τὴν γεῦσιν καὶ τὸν χυλὸν μεσπίλου : διόπερ ἀγρία μεσπίλη δόξειε ἂν μᾶλλον εἶναι.’ ἐκ τούτων μοι δοκεῖ, φησίν, ὁ φιλόσοφος τὸ νῦν κεράσιον καλούμενον ἐμφανίζειν.
ὅσον μῆλον βραβίλοιο
ἥδιον.
35. Ἀσκληπιάδης δὲ ὁ Μυρλεανὸς χαμαικέρασόν τινα καλῶν δένδρον ἔφη οὕτως: ‘ἐν τῇ Βιθυνῶν γῇ γίνεται ἡ χαμαικέρασος, ἧς ἡ μὲν ῥίζα ἐστὶν οὐ μεγάλη, ἀλλ᾽ οὐδὲ τὸ δένδρον, ἀλλὰ τῇ ῥοδῇ ἴσον, ὁ δὲ καρπὸς τὰ μὲν ἄλλα πάντα κεράσῳ ὅμοιος, τοὺς δὲ πλείονι χρησαμένους καθότι οἶνος βαρύνει τε καὶ ἀλγεῖν τὴν κεφαλὴν τίθησι.’ ταῦτα ὁ Ἀσκληπιάδης, φησί, μοι δοκεῖ λέγειν περὶ τῶν μιμαικύλων. τό τε γὰρ φέρον αὐτὰ δένδρον τοιοῦτον καὶ ὁ πλέον τῶν ἑπτὰ τοῦ καρποῦ φαγὼν κεφαλαλγὴς γίνεται. Ἀριστοφάνης:
Θεόπομπος
ἐν τοῖς ὄρεσιν δ᾽ αὐτόματ᾽ αὐτοῖς τὰ μιμαίκυλ᾽ ἐφύετο πολλά,
Κράτης:
τρώγουσι μύρτα καὶ πέπονα μιμαίκυλα.
Ἄμφις:
πάνυ γάρ ἐστιν ὡρικώτατα
τὰ τιτθί᾽ ὥσπερ μῆλον ἢ μιμαίκυλον.
Θεόφραστος: ‘ἡ κόμαρος ἡ τὸ μιμαίκυλον φέρουσα τὸ ἐδώδιμον.’ ὅτι Ἀγῆνα σατυρικόν τι δρᾶμα ἀμφιβάλλεται εἴτε Πύθων ἐποίησεν ὁ Καταναῖος ἢ Βυζάντιος ἢ καὶ αὐτὸς ὁ βασιλεὺς Ἀλέξανδρος. φησὶν ὁ παρὰ τῷ ῥήτορι Λαρήνσιος: ‘ πολλὰ ὑμεῖς οἱ Γραικοὶ ἐξιδιοποιεῖσθε ὡς αὐτοὶ ἢ ὀνομάσαντες ἢ πρῶτοι εὑρόντες: ἀγνοεῖτε δὲ ὅτι Λεύκολλος ὁ Ῥωμαίων στρατηγός, ὁ τὸν Μιθριδάτην καὶ Τιγράνην καταγωνισάμενος, πρῶτος διεκόμισεν εἰς Ἰταλίαν τὸ φυτὸν τοῦτο ἀπὸ Κερασοῦντος Ποντικῆς πόλεως, καὶ οὗτός ἐστιν ὁ καὶ τὸν καρπὸν καλέσας κέρασον ὁμωνύμως τῇ πόλει, ὡς ἱστοροῦσιν οἱ ἡμέτεροι συγγραφεῖς.’ πρὸς ὃν Δάφνος τίς φησιν ‘ ἀλλὰ μὴν παμπόλλοις χρόνοις πρεσβύτερος Λευκόλλου ἀνήρ ἐλλόγιμος Δίφιλος ὁ Σίφνιος, γεγονὼς κατὰ Λυσίμαχον τὸν βασιλέα—εἷς δὲ οὗτος τῶν Ἀλεξάνδρου διαδόχων—μνημονεύει τῶν κερασίων λέγων ` τὰ κεράσια εὐστόμαχα, εὔχυλα, ὀλιγότροφα, ἐκ ψυχροῦ δὲ λαμβανόμενα εὐστόμαχα. καλλίω δὲ τὰ ἐρυθρότερα καὶ τὰ Μιλήσια: εἰσὶ γὰρ διουρητικά.'’ 36. συκάμινα. ὅτι πάντων ἁπλῶς οὕτω καλούντων αὐτὰ Ἀλεξανδρεῖς μόνοι μόρα ὀνομάζουσι. συκάμινα δὲ οὐ τὰ ἀπὸ τῆς Αἰγυπτίας συκῆς, ἅ τινες συκόμορα λέγουσιν. ἅπερ οἱ ἐπιχώριοι ἐπὶ βραχὺ κνίσαντες σιδηρίῳ ἐῶσιν ἐπὶ τοῦ φυτοῦ ι καὶ ὑπὸ τοῦ ἀνέμου κινούμενα ἐντὸς ἡμερῶν τριῶν οὕτω πέπονα καὶ εὐώδη γίνονται, μάλιστα δὲ ζεφύρων, πνευσάντων, καὶ ἐδώδιμα ὡς διὰ τὸ ἐν αὐτοῖς [p. 224] ἠρέμα ψυχρὸν καὶ τοῖς πυρεταίνουσι μετὰ ῥοδίνου ἐλαίου καταπλαττόμενα ἐπὶ τοῦ στομάχου ἐπιτίθεσθαι καὶ οὐκ ὀλίγα παρηγορεῖσθαι τοὺς νοσοῦντας. φέρει δὲ τὸν καρπὸν τοῦτον ἡ Αἰγυπτία συκάμινος ἀπὸ τοῦ ξύλου καὶ οὐκ ἀπὸ τῶν ἐπικαρπίων. μόρα δὲ τὰ συκάμινα καὶ παρ᾽ Αἰσχύλῳ ἐν Φρυξὶν ἐπὶ τοῦ Ἕκτορος:
ὁ συκάμινος συκάμιν᾽, ὁρᾷς, φέρει,
ὁ πρῖνος ἀκύλους, ὁ κόμαρος μιμαίκυλα [p. 222]
ἐν δὲ Κρήσσαις καὶ κατὰ τῆς βάτου :
ἀνὴρ δ᾽ ἐκεῖνος ἦν πεπαίτερος μόρων.
Σοφοκλῆς:
λευκοῖς τε γὰρ μόροισι καὶ μελαγχίμοις
καὶ μιλτοπρέπτοις βρίθεται ταὐτοῦ χρόνου.
καὶ Νίκανδρος δὲ ἐν Γεωργικοῖς ἐμφανίζει καὶ ὅτι πρότερον τῶν ἄλλων ἀκροδρύων φαίνεται μορέην τε καλεῖ τὸ δένδρον ἀεί, ὡς καὶ οἱ Ἀλεξανδρεῖς:
πρῶτον μὲν ὄψει λευκὸν ἀνθοῦντα στάχυν,
ἔπειτα φοινίξαντα γογγύλον μόρον.
37. Φαινίας δ᾽ ὁ Ἐρέσιος ὁ Ἀριστοτέλους μαθητὴς τὸν τῆς ἀγρίας συκαμίνου καρπὸν μόρον καλεῖ, ὄντα καὶ αὐτὸν γλυκύτατον καὶ ἥδιστον ὅτε πεπανθείη. γράφει δὲ οὕτως ‘τὸ μόρον τὸ βατῶδες, ξηρανθείσης τῆς σφαίρας τῆς συκαμινώδους, σπερματικὰς ἔχει τὰς διαγονάς, καθάπερ ... ὑφάλους, καὶ διαφυὰς ἔχει ψαθυρὰς καὶ εὐχύμους.’ Παρθένιος δὲ ἅβρυνά φησι συκάμινα, ἃ καλοῦσιν ἔνιοι μόρα: Σαλαμίνιοι δὲ τὰ αὐτὰ ταῦτα βάτια [p. 226] Δημήτριος δὲ ὁ Ἰξίων τὰ αὐτὰ συκάμινα καὶ μόρα οἷον αἱμόροα καὶ σύκων ἀμείνω. Δίφιλος δὲ ὁ Σίφνιος ἰατρὸς γράφει οὕτως: ‘τὰ δὲ συκάμινα, ἃ καὶ μόρα λέγεται, εὔχυλα μέν ἐστιν, ὀλιγότροφα δὲ καὶ εὐστόμαχα καὶ εὐέκκριτα. ἰδίως δὲ τούτων τὰ ἔνωμα ἕλμινθας ἐκτινάσσει.’ Πύθερμος δὲ ἱστορεῖ, ὥς φησιν Ἡγήσανδρος, καθ᾽ αὑτὸν τὰς συκαμίνους οὐκ ἐνεγκεῖν καρπὸν ἐτῶν εἴκοσι καὶ γενέσθαι ἐπιδημίαν ποδαγρικὴν τοσαύτην ὥστε μὴ μόνον ἄνδρας τῷ πάθει ἐνσχεθῆναι, ἀλλὰ καὶ παῖδας καὶ κόρας καὶ εὐνούχους, ἔτι δὲ γυναῖκας, περιπεσεῖν δὲ οὕτω τὸ δεινὸν καὶ αἰπολίῳ ὡς τὰ δύο μέρη τῶν προβάτων ἐνσχεθῆναι τῷ αὐτῷ πάθει. 38. κάρυα. οἱ Ἀττικοὶ καὶ οἱ ἄλλοι συγγραφεῖς κοινῶς πάντα τὰ ἀκρόδρυα κάρυα λέγουσιν Ἐπίχαρμος δὲ κατ᾽ ἐξοχὴν ὡς ἡμεῖς:
καὶ μορέης, ἣ παισὶ πέλει μείλιγμα νέοισι,
πρῶτον ἀπαγγέλλουσα βροτοῖς ἡδεῖαν ὀπώρην.
Φιλύλλιος:
καπυρὰ τρώγων κάρυ᾽, ἀμυγδάλας.
Ἡρακλέων δέ φησιν ὁ Ἐφέσιος: ‘ κάρυα ἐκάλουν καὶ τὰς ἀμυγδάλας καὶ τὰ νῦν καστάνεια.’ τὸ δὲ δένδρον καρύα παρὰ Σοφοκλεῖ:
ᾠά, κάρυ᾽, ἀμυγδάλαι.
Εὔβουλος: ‘ φηγούς, κάρυα Καρύστια.’ καλεῖται δέ τινα καὶ μόστηνα κάρυα. 39. ἀμυγδαλαῖ. ὅτι αἱ Νάξιαι ἀμυγδάλαι διὰ μνήμης ἦσαν τοῖς παλαιοῖς: καὶ γίνονται ὄντως ἐν Νάξῳ τῇ νήσῳ διάφοροι, ὡς ἐμαυτόν, φησί, πείθω. Φρύνιχος [p. 228]
καρύαι μελίαι τε.
διάφοροι δ᾽ ἀμυγδάλαι γίνονται κἀν Κύπρῳ τῇ νήσῳ: παρὰ γὰρ τὰς ἀλλαχόθεν καὶ ἐπιμήκεις εἰσὶ καὶ κατὰ τὸ ἄκρον ἐπικαμπεῖς. Λάκωνας δὲ Σέλευκος ἐν Γλώσσαις φησὶ καλεῖν τὰ μαλακὰ κάρυα μυκήρους, Τηνίους δὲ τὰ γλυκέα κάρυα. Ἀμερίας δέ φησι μύκηρον τὴν ἀμυγδάλην καλεῖσθαι. ἐπακτικώτατα δὲ πρὸς πότον τὰ ἀμύγδαλα προεσθιόμενα. Εὔπολις:
τοὺς δὲ γομφίους
ἅπαντας ἐξέκοψεν, ὥστ᾽
οὐκ ἂν δυναίμην Ναξίαν
ἀμυγδάλην κατᾶξαι.
ἦν δέ τις ἄμπελος Ναξία καλουμένη, Πλούταρχος δὲ ὁ Χαιρωνεύς φησι παρὰ Δρούσῳ τῷ Τιβερίου Καίσαρος υἱῷ ἰατρόν τινα ὑπερβάντα πάντας ἐν τῷ πίνειν φωραθῆναι πρὸ τοῦ πότου προεσθίοντα πικρὰς ἀμυγδάλας πέντε ἢ ἕξ: ἅσπερ κωλυθεὶς προσενέγκασθαι οὐδὲ πρὸς τὸ μικρότατον ἀντέσχε τοῦ πότου, αἴτιος οὖν ἦν ἡ τῆς πικρότητος δύναμις, ξηραντικὴ καὶ δάπανος ὑγρῶν οὖσα. κληθῆναι δὲ ἀμυγδάλην φησὶν Ἡρωδιανὸς ὁ Ἀλεξανδρεὺς παρὰ τὸ ἐν τῷ μετὰ τὸ χλωρὸν ὡσπερεὶ ἀμυχὰς ἔχειν πολλάς. ὄνος βαδίζεις εἰς ἄχυρα τραγημάτων, φησί που Φιλήμων
δίδου μασᾶσθαι Ναξίας ἀμυγδάλας
οἶνόν τε πίνειν Ναξίων ἀπ᾽ ἀμπέλων.
φησὶ Νίκανδρος ἐν β᾽ Γεωργικῶν. ὅτι καὶ οὐδετέρως ἀμύγδαλα λέγεται, Δίφιλος: [p. 230]
φηγοὶ Πανὸς ἄγαλμα,
40. ὅτι περὶ τῆς προφορᾶς τοῦ τόνου τῆς ἀμυγδάλης Πάμφιλος μὲν ἀξιοῖ ἐπὶ τοῦ καρποῦ βαρύνειν ὁμοίως τῷ ἀμυγδάλῳ: τὸ μέντοι δένδρον θέλει περισπᾶν, ἀμυγδαλῆ καὶ ῥοδῆ. καὶ Ἀρχίλοχος:
τράγημα, μυρτίδες, πλακοῦς, ἀμύγδαλα.
Ἀρίσταρχος δὲ καὶ τὸν καρπὸν καὶ τὸ δένδρον ὁμοίως προφέρεται κατ᾽ ὀξεῖαν τάσιν. Φιλόξενος δ᾽ ἀμφότερον περισπᾷ. Εὔπολις:
ῥοδῆς τε καλὸν ἄνθος.
Ἀριστοφάνης:
... ἀπολεῖς με, ναὶ μὰ τὴν ἀμυγδαλῆν.
Φρύνιχος:
ἄγε νυν τὰς ἀμυγδαλᾶς λαβὼν
τασδὶ κάταξον τῇ κεφαλῇ σαυτοῦ λίθῳ.
ἄλλοι δὲ ἀμυγδαλάς, ὡς καλάς. Τρύφων δὲ ἐν Ἀττικῇ προσῳδίᾳ ἀμυγδάλην μὲν τὸν καρπὸν βαρέως, ὃν ἡμεῖς οὐδετέρως ἀμύγδαλον λέγομεν, ἀμυγδαλᾶς δὲ τὰ δένδρα, κτητικοῦ παρὰ τὸν καρπὸν ὄντος τοῦ χαρακτῆρος καὶ διὰ τοῦτο περισπωμένου. ὅτι Πάμφιλος ἐν Γλώσσαις μουκηροβαγόν φησι καλεῖσθαι τὸν καρυοκατάκτην ὑπὸ τῶν Λακώνων ἀντὶ τοῦ ἀμυγδαλοκατάκτην: μουκήρους γὰρ Λάκωνες καλοῦσι τὰ ἀμύγδαλα. 41. ὅτι Ποντικῶν καλουμένων καρύων, ἃ λόπιμά τινες ὀνομάζουσι, μνημονεύει Νίκανδρος. [p. 232] μῶναξ δὲ καὶ Τιμαχίδας ἐν Γλώσσαις Διὸς βάλανόν φησι καλεῖσθαι τὸ Ποντικὸν κάρυον. ῾ Ἡρακλείδης δὲ ὁ Ταραντῖνος ζητεῖ πότερον προπαρατίθεσθαι δεῖ τὰ τραγήματα, καθάπερ ἔν τισι τόποις τῶν κατὰ τὴν Ἀσίαν καὶ τὴν Ἑλλάδα γίνεται ἢ οὔ, ἀλλὰ μετὰ τὸ δεῖπνον. ἐὰν μὲν οὖν μετὰ τὸ δεῖπνον, συμβαίνει πλείονος τροφῆς κειμένης ἐν τῇ κοιλίᾳ καὶ τοῖς ἐντέροις τὰ ἐπεισφερόμενα κάρυα, χάριν τῆς πρὸς τὸ πίνειν ὁρμῆς ἐμπλεκόμενα τοῖς σιτίοις, ἐμπνευματώσεις καὶ φθορὰς τῆς τροφῆς παρασκευάζειν διὰ τὸ παρακολουθοῦν αὐτοῖς ἐπιπολαστικὸν φύσει καὶ δυσκατέργαστον: ἐξ ὧν ἀπεψίαι γίνονται καὶ κοιλίας καταφοραί.
ἀμυγδαλῆ τῆς βηχὸς ἀγαθὸν φάρμακον.
‘τὰ42. δὲ ἀμύγδαλα,’ φησὶ Διοκλῆς, ‘ τρόφιμα μέν ἐστι καὶ εὐκοίλια, θερμαντικὰ δὲ διὰ τὸ ἔχειν κεγχρῶδές τι. λυπεῖ δ᾽ ἧττον τὰ χλωρὰ τῶν ξηρῶν καὶ τὰ βεβρεγμένα τῶν ἀβρόχων καὶ τὰ πεφρυγμένα τῶν ὠμῶν. τὰ δὲ Ἡρακλεωτικά, καλούμενα δὲ Διὸς βάλανοι, τρέφει μὲν οὐχ ὁμοίως τοῖς ἀμυγδάλοις, ἔχει δέ τι κεγχρῶδες καὶ ἐπιπολαστικὸν πλείω δὲ βρωθέντα βαρύνει τὴν κεφαλήν, ἧττον δ᾽ ἐνοχλεῖ καὶ τούτων τὰ χλωρὰ τῶν ξηρῶν, τὰ δὲ Περσικὰ κεφαλαλγικὰ μέν ἐστιν οὐχ ἧττον τῶν Διὸς βαλάνων, τρέφει δὲ μᾶλλον φάρυγγα τραχύνει καὶ στόμα, ὀπτηθέντα δὲ ἀλυπότερα γίνεται: διαχωρεῖ δὲ μάλιστα τῶν καρύων ἐσθιόμενα μετὰ μέλιτος, τὰ δὲ πλατέα φυσωδέστερά ἐστιν, ἀλυπότερα δὲ τὰ ἑφθὰ τῶν ὠμῶν καὶ πεφρυγμένων, τὰ δὲ πεφρυγμένα τῶν [p. 234] ὠμῶν.’ Φυλότιμος δὲ ἐν τοῖς περὶ τροφῆς φησι: ‘τὸ πλατὺ καὶ τὸ καλούμενον Σαρδιανὸν δυσκατέργαστά ἐστιν ὠμὰ πάντα καὶ δυσδιάλυτα, κατεχόμενα ὑπὸ τοῦ φλέγματος ἐν τῇ κοιλίᾳ, καὶ στρυφνότητα ἔχοντα, τὸ δὲ Ποντικὸν λιπαρὸν καὶ δυσκατέργαστον. τὸ δὲ ἀμύγδαλον ἧττον δυσκατέργαστον φαγόντες οὖν πλείονα οὐκ ἐνοχλούμεθα λιπαρώτερά τε φαίνεται καὶ ἀναδίδωσι χυμὸν γλυκὺν καὶ λιπαρόν.’ Δίφιλος δ᾽ ὁ Σίφνιος ‘τὰ κάρυα,’ φησί, ‘τὰ βασιλικὰ κεφαλαλγῆ ἐστι καὶ ἐπιπολαστικά. τούτων δὲ τὰ ἁπαλὰ ἔτι καὶ λελευκασμένα εὐχυλότερα καὶ κρείττονα ὑπάρχει, τὰ δ᾽ ἐν τοῖς ἰπνοῖς φρυγόμενα ὀλιγότροφα. τὰ δὲ ἀμύγδαλά ἐστιν οὐρητικὰ καὶ λεπτυντικὰ καὶ καθαρτικὰ καὶ ὀλιγότροφα. τῶν μέντοι χλωρῶν κακοχύλων ὄντων καὶ ἀτροφωτέρων πολὺ μᾶλλον φυσωδέστερα καὶ ἐπιπολαστικώτερά ἐστι τὰ ξηρά. τὰ δὲ ἁπαλὰ καὶ πλήρη καὶ λελευκασμένα γαλακτώδη ὄντα εὐχυλότερά ἐστι. τῶν δὲ ξηρῶν τὰ Θάσια καὶ Κύπρια ἁπαλὰ ὄντα εὐεκκριτώτερά ἐστι. τὰ δὲ Ποντικὰ κάρυα κεφαλαλγῆ, ἧττον δὲ ἐπιπολαστικὰ τῶν βασιλικῶν.’ 43. Μνησίθεος δ᾽ ὁ Ἀθηναῖος ἐν τῷ περὶ ἐδεστῶν ‘τῶν Εὐβοικῶν,’ φησί, ‘ καρύων ἢ καστάνων ἀμφοτέρως γὰρ καλεῖται δύσπεπτος μὲν ἡ κατεργασία τῇ κοιλίᾳ καὶ φυσώδης ἡ πέψις γίνεται, παχύνει δὲ τὰς ἕξεις, ἐάν τις αὐτῶν κρατήσῃ, τὰ δὲ ἀμύγδαλα καὶ τὰ Ἡρακλεωτικὰ καὶ τὰ Περσικὰ κάρυα καὶ τἄλλα τὰ τοιαῦτα χείρω ἐστὶ τούτων, χρὴ δὲ μηδὲν ὅλως τῆς τοιαύτης ἰδέας ἄπυρον ἐσθίειν ἔξω τῶν χλωρῶν ἀμυγδάλων, ἀλλὰ τὰ [p. 236] μὲν ἕψειν, τὰ δὲ φρύγειν. τὰ μὲν γὰρ αὐτῶν ἐστι λιπαρὰ τῇ φύσει, καθάπερ ἀμυγδάλαι τε αἱ ξηραὶ καὶ Διὸς βάλανοι, τὰ δὲ σκληρὰ καὶ στρυφνά, καθάπερ αἵ τε φηγοὶ καὶ πᾶν τὸ τοιοῦτον γένος, τῶν οὖν λιπαρῶν ἀφαιρεῖται τὸ λίπος ἡ πύρωσις: ἐστὶ γὰρ τοῦτο τὸ χείριστον τὰ δὲ σκληρὰ καὶ στρυφνὰ πεπαίνεται, ἐάν τις ὀλίγῳ καὶ μαλακῷ πυρὶ χρῆται.’ ὁ δὲ Δίφιλος τὰ κάστανα καὶ Σαρδιανὰς βαλάνους καλεῖ, εἶναι λέγων αὐτὰς καὶ πολυτρόφους καὶ εὐχύλους, δυσοικονομήτους δὲ διὰ τὸ ἐπιμένειν τῷ στομάχῳ : τὰς δὲ φρυγείσας ἀτροφωτέρας μὲν γίνεσθαι, εὐοικονομήτους δέ: τὰς δὲ ἑψομένας ἐμπνευματοῦν μὲν ἧττον, τρέφειν δὲ τούτων μᾶλλον.
Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γεωργικοῖς, Ἀγέλοχος δὲ ἄμωτα καλεῖ τὰ καστάνεια: ‘ ὅπου δὲ γίνεται τὰ κάρυα τὰ Σινωπικά, ἐνταῦθα τὰ δένδρα ἐκάλουν ἄμωτα’ : 44.
λόπιμον κάρυόν τε
Εὐβοέες, βάλανον δὲ μετεξέτεροι καλέσαντο,
Ὅμηρος:
ἐρέβινθοι. Κρώβυλος:
φαγόντες χλωρὸν ἐρέβινθόν τινα
ἐκοττάβιζον, κενὸν ὅλως. β. τράγημα δέ
ἐστιν πιθήκου τοῦτο δήπου δυστυχοῦς.
Ξενοφάνης ὁ Κολοφώνιος ἐν παρῳδίαις:
θρώσκουσιν κύαμοι μελανόχροες ἢ ἐρέβινθοι.
Σαπφώ:
πὰρ πυρὶ χρὴ τοιαῦτα λέγειν χειμῶνος ἐν ὥρῃ
ἐν κλίνῃ μαλακῇ κατακείμενον, ἔμπλεον ὄντα, [p. 238]
πίνοντα γλυκὺν οἶνον, ὑποτρώγοντ᾽ ἐρεβίνθους:
τίς πόθεν εἶς ἀνδρῶν, πόσα τοι ἔτη ἐστί, φέριστε;
πηλίκος ἦσθ᾽ ὅθ᾽ ὁ Μῆδος ἀφίκετο;
Θεόφραστος δ᾽ ἐν φυτικοῖς τῶν ἐρεβίνθων τινὰς καλεῖ κριούς, καὶ Σώφιλος:
χρύσειοι ἐρέβινθοι ἐπ᾽ ἀιόνων ἐφύοντο.
Φαινίας δ᾽ ἐν τοῖς περὶ φυτῶν φησι: ‘ τραγήματος ἔχει χώραν ἁπαλὰ μὲν ὦχρος, κύαμος, ἐρέβινθος, ξηρὰ δὲ ἑφθὰ καὶ φρυκτὰ σχεδὸν τὰ πλεῖστα.’ Ἄλεξις:
ὁ πατήρ ὁ ταύτης πολὺ μέγιστός ἐστι
κριὸς ἐρέβινθος.
Φερεκράτης [p. 240]
ἔστιν ἀνήρ μοι πτωχὸς κἀγὼ
γραῦς καὶ θυγάτηρ καὶ παῖς υἱὸς
χἤδ᾽ ἡ χρηστή, πένθ᾽ οἱ πάντες,
τούτων οἱ τρεῖς δειπνοῦμεν,
δύο δ᾽ αὐτοῖς συγκοινωνοῦμεν μάζης μικρᾶς. φθόγγους δ᾽ ἀλύρους
θρηνοῦμεν ἐπὰν μηδὲν ἔχωμεν
χρῶμα δ᾽ ἀσίτων ἡμῶν ὄντων
γίνεται ὠχρόν. τὰ μέρη δ᾽ ἡμῶν
χἠ σύνταξις τοῦ βίου ἐστὶν
κύαμος, θέρμος, λάχανον, ...
γογγυλίς, ὦχρος, λάθυρος, φηγός,
βολβός, τέττιξ, ἐρέβινθος, ἀχράς,
τό τε θειοφανὲς μητρῷον ἐμοὶ
μελέδημ᾽ ἰσχάς,
Φρυγίας εὑρήματα συκῆς.
πάλιν
τακεροὺς ποιήσεις τοὺς ἐρεβίνθους αὐτόθεν.
Δίφιλος δέ φησιν ‘οἱ ἐρέβινθοι δύσπεπτοι, σμηκτικοί, οὐρητικοί, πνευματικοί.’ κατὰ δὲ Διοκλέα ζυμωτικοὶ τῆς σαρκός: κρείττους δ᾽ οἱ λευκοὶ τῶν μελάνων καὶ πυξοειδεῖς καὶ οἱ Μιλήσιοι τῶν λεγομένων κριῶν οἵ τε χλωροὶ τῶν ξηρῶν καὶ οἱ βεβρεγμένοι τῶν ἀβρόχων. ὅτι Ποσειδῶνος εὕρημα οἱ ἐρέβινθοι. 45.
τρώγων ἐρεβίνθους ἀπεπνίγη πεφρυγμένους,
Λυκόφρων δ᾽ ὁ Χαλκιδεὺς ἐν σατυρικῷ δράματι ὃ ἐπὶ καταμωκήσει ἔγραψεν εἰς Μενέδημον τὸν φιλόσοφον, ἀφ᾽ οὗ ἡ τῶν Ἐρετρικῶν ὠνομάσθη αἵρεσις, διασκώπτων τῶν φιλοσόφων τὰ δεῖπνά φησι:
θερμοί.
μὴ ὥρασι
μετὰ τῶν κακῶν ἵκοιθ᾽ ὁ τοὺς θέρμους φαγών,
ἐν τῷ προθύρῳ τὰ λέμμαθ᾽ ὁτιὴ κατέλιπε,
ἀλλ᾽ οὐκ ἀπεπνίγη καταφαγών. μάλιστα δὲ ...
β. Κλεαίνετος μὲν οὐκ ἐδήδοκ᾽ οἶδ᾽ ὅτι
ὁ τραγικὸς αὐτούς οὐδενὸς γὰρ πώποτε
ἀπέβαλεν ... ὀσπρίου λέπος:
οὕτως ἐκεῖνός ἐστιν εὐχερὴς ἀνήρ.
Δίφιλος:
καὶ δημόκοινος ἐπεχόρευσε δαψιλὴς
θέρμος, πενήτων καὶ τρικλίνου συμπότης.
καὶ σημειωτέον, φησί, τὸ θερμοκυάμους, ἐπεὶ καὶ νῦν οὕτω λέγεται. πολέμων δέ φησι τοὺς Λακεδαιμονίους τοὺς θέρμους λυσιλαίδας καλεῖν. Θεόφραστος δὲ ἱστορεῖ ἐν αἰτίοις φυτικοῖς ὅτι ‘θέρμος καὶ ὄροβος καὶ ἐρέβινθος μόνα οὐ ζῳοῦται τῶν χεδροπῶν διὰ τὴν δριμύτητα καὶ πικρότητα. ὁ δ᾽ ἐρέβινθος, ’ φησί, ‘μέλας γίνεται διαφθειρόμενος.’ γίνεσθαι δὲ λέγει κάμπας ἐν τοῖς ἐρεβίνθοις ὁ αὐτὸς ἐν τῷ τρίτῳ τῆς αὐτῆς πραγματείας. Δίφιλος δ᾽ ὁ Σίφνιος τοὺς θέρμους φησὶν εἶναι σμηκτικοὺς καὶ πολυτρόφους, μάλιστα δὲ τοὺς ἐπὶ πλεῖον ἀπεγλυκασμένους. διὸ καὶ Ζήνων ὁ Κιτιεύς, σκληρὸς ὢν καὶ πάνυ θυμικὸς πρὸς τοὺς γνωρίμους, ἐπὶ πλεῖον τοῦ οἴνου σπάσας ἡδὺς ἐγίνετο καὶ μείλιχος. πρὸς τοὺς πυνθανομένους οὖν τοῦ τρόπου τὴν διαφορὰν ἔλεγε τὸ αὐτὸ τοῖς θέρμοις πάσχειν καὶ γὰρ ἐκείνους πρὶν διαβραχῆναι πικροτάτους εἶναι, ποτισθέντας δὲ γλυκεῖς καὶ προσηνεστάτους. 46. φάσηλοι. Λακεδαιμόνιοι ἐν τοῖς δείπνοις τοῖς καλουμένοις κοπίσι διδόασι τραγήματα σῦκά τε ξηρὰ καὶ κυάμους καὶ φασήλους χλωρούς: ἱστορεῖ Πολέμων. Ἐπίχαρμος: ...
οὐκ ἔστιν οὐδὲν τεχνίον ἐξωλέστερον
τοῦ πορνοβοσκοῦ ...
κατὰ τὴν ὁδὸν πωλεῖν περιπατῶν βούλομαι [p. 242]
ῥόδα, ῥαφανῖδας, θερμοκυάμους, στέμφυλα,
ἁπλῶς ἅπαντα μᾶλλον ἢ ταύτας τρέφειν.
Δημήτριος:
φασήλους φῶγε θᾶσσον, αἴ χ᾽ ὁ Διόνυσος φιλῇ.
47. ἐλάαι. Εὔπολις: ‘ σηπίαι δρυπεπεῖς τ᾽ ἐλᾶαι.’ [p. 244] ταύτας Ῥωμαῖοι δρύππας λέγουσι. Δίφιλος δὲ φησιν ὁ Σίφνιος τὰς ἐλάας ὀλιγοτρόφους εἶναι καὶ κεφαλαλγεῖς, τὰς δὲ μελαίνας καὶ κακοστομαχωτέρας καὶ βαρύνειν τὴν κεφαλήν, τὰς δὲ κολυμβάδας καλουμένας εὐστομαχωτέρας εἶναι καὶ κοιλίας στατικάς, τὰς δὲ θλαστὰς μελαίνας εὐστομαχωτέρας εἶναι. μνημονεύει τῶν θλαστῶν ἐλαιῶν Ἀριστοφάνης: ‘θλαστὰς ποιεῖν ἐλαίας.’ πάλιν
ἢ σῦκον ἢ φάσηλον ἢ τοιοῦτό τι.
καὶ μετ᾽ ὀλίγα:
οὐ ταὐτόν ἐστιν ἁλμάδες καὶ στέμφυλα.
Ἀρχέστρατος ἐν τῇ Γαστρονομίᾳ:
θλαστὰς γάρ εἶναι κρεῖσσόν ἐστιν ἁλμάδος.
φησὶν Ἕρμιππος. Φιλήμων φησίν ‘ πιτυρίδες καλοῦνται αἱ φαυλίαι ἐλᾶαι, στεμφυλίδες δὲ αἱ μέλαιναι.’ Καλλίμαχος δ᾽ ἐν τῇ ῾ Ἑκάλῃ γένη ἐλαῶν καταλέγει:
ῥυσαὶ καὶ δρυπεπεῖς παρακείσθωσάν σοι ἐλαῖαι.
ὥστε Μαραθῶνος τὸ λοιπὸν ἐπ᾽ ἀγαθῷ μεμνημένοι
πάντες ἐμβάλλουσιν ἀεὶ μάραθον ἐς τὰς ἁλμάδας,
ἔλεγον δὲ τὰς δρυπεπεῖς ἐλάας καὶ ἰσχάδας καὶ γεργερίμους, ὥς φησι Δίδυμος, καὶ χωρὶς δὲ τοῦ φάσκειν ἐλάας αὐτὸ καθ᾽ ἑαυτὸ ἔλεγον μόνον δρυπεπεῖς. Τηλεκλείδης: ...
γεργέριμον πίτυρίν τε καὶ ἣν ἀπεθήκατο λευκὴν
εἰν ἁλὶ νήχεσθαι φθινοπωρίδα.
Ἀθηναῖοι δὲ τὰς τετριμμένας ἐλαίας στέμφυλα ἐκάλουν, βρύτεα δὲ τὰ ὑφ᾽ ἡμῶν στέμφυλα, τὰ ἐκπιέσματα τῆς σταφυλῆς, παρὰ δὲ τοὺς βότρυς γέγονεν ἡ φωνή. 48. ῥαφανίδες. αὗται κέκληνται διὰ τὸ ῥᾳδίως φαίνεσθαι. καὶ ἐκτεταμένως δὲ καὶ κατὰ συστολὴν λέγεται παρὰ Ἀττικοῖς. Κρατῖνος:
ξυγγενέσθαι διὰ χρόνου λιπαρείτω με
δρυπεπέσι, μάζαις καὶ διασκανδικίσαι. [p. 246]
Εὔπολις:
ταῖς ῥαφανῖσι δοκεῖ, τοῖς δ᾽ ἄλλοις οὐ λαχάνοισιν.
ὅτι δὲ τὸ ἄπλυτοι ἐπὶ τῶν ῥαφανίδων ἀκούειν δεῖ, οὐκ ἐπὶ τῶν σηπιῶν, δηλοῖ Ἀντιφάνης γράφων
ῥαφανίδες ἄπλυτοι, σηπίαι.
ἰδίως δ᾽ οὕτως ἐκαλοῦντο ἄπλυτοι ῥαφανίδες ἃς καὶ Θασίας ὠνόμαζον. Φερεκράτης:
νήττας, σχαδόνας, κάρυ᾽ ἐντραγεῖν, ᾤ᾽, ἐγκρίδας,
ῥαφανῖδας ἀπλύτους, γογγυλίδας, χόνδρον, μέλι.
ὑποκοριστικῶς δ᾽ εἴρηκε Πλάτων ἐν ῾Υπερβόλῳ:: ‘ φύλλιον ἢ ῥαφανίδιον.’ Θεόφραστος δ᾽ ἐν τοῖς περὶ φυτῶν γένη ῥαφανίδων φησὶν εἶναι πέντε, Κορινθίαν, Λειοθασίαν, Κλεωναίαν, Ἀμωρέαν, Βοιωτίαν. καλεῖσθαι δὲ ὑπό τινων τὴν Λειοθασίαν Θρᾳκίαν γλυκυτάτην δὲ εἶναι τὴν Βοιωτίαν καὶ τῷ σχήματι στρογγύλην. ἁπλῶς δέ, φησίν, ὧν ἐστι λεῖα τὰ φύλλα, γλυκύτεραί εἰσι. Καλλίας δ᾽ ἐπὶ τῆς ῥαφανίδος εἴρηκε τὴν ῥάφανον. περὶ γοῦν τῆς ἀρχαιότητος τῆς κωμῳδίας διεξιών φησιν
ῥαφανὶς τ᾽ ἄπλυτος ὑπάρχει
καὶ θερμὰ λουτρὰ καὶ ταρίχη πνικτὰ καὶ κάρυα.
ὅτι δ᾽ οὕτω τὰς ῥαφανῖδας εἴρηκε δῆλον Ἀριστοφάνης ποιεῖ περὶ τῆς τοιαύτης ἀρχαιότητος ἐν Δαναίσι γράφων καὶ αὐτὸς καὶ λέγων
... ἔτνος, πῦρ, γογγυλίδες, ῥάφανοι, δρυπεπεῖς,
ἐλατῆρες: [p. 248]
εὐτελὲς δὲ σφόδρα ἔδεσμα ἡ ῥαφανίς. Ἄμφις:
ὁ χορὸς δ᾽ ὠρχεῖτ᾽ ἂν ἐναψάμενος δάπιδας καὶ
στρωματόδεσμα,
διαμασχαλίσας αὑτὸν σχελίσιν καὶ φύσκαις καὶ
ῥαφανῖσιν.
49. κῶνοι. Μνησίθεος ὁ Ἀθηναῖος ἰατρὸς ἐν τῷ περὶ ἐδεστῶν ὀστρακίδας καλεῖ τῶν κώνων τοὺς πυρῆνας, ἔτι δὲ κώνους. Διοκλῆς δ᾽ ὁ Καρύστιος πιτύινα κάρυα. ὁ δὲ Μύνδιος Ἀλέξανδρος πιτυίνους κώνους. Θεόφραστος δὲ τὸ μὲν δένδρον.' πεύκην ὀνομάζει, τὸν δὲ καρπὸν κῶνον. Ἱπποκράτης δὲ ἐν τῷ περὶ πτισάνης, ὃ ἐκ τοῦ ἡμίσους μὲν νοθεύεται, ὑπ᾽ ἐνίων δὲ καὶ ὅλον, κοκκάλους: οἱ πολλοὶ δὲ πυρῆνας, ὡς καὶ Ἡρόδοτος ὅταν περὶ τοῦ Ποντικοῦ καρύου λέγῃ. φησὶ γάρ; ‘πυρῆνα δ᾽ ἔχει τοῦτο ἐπὰν γένηται πέπον.’ Δίφιλος δ᾽ ὁ Σίφνιός φησιν ‘οἱ στρόβιλοι πολύτροφοι μέν εἰσι, λεαντικοὶ δὲ ἀρτηρίας καὶ θώρακος καθαρτικοὶ διὰ τὸ ἔχειν παρεμπεπλεγμένον τὸ ὁητινῶδες.’ Μνησίθεος δέ φησι πιαίνειν αὐτοὺς τὸ σῶμα καὶ πρὸς εὐπεψίαν ἀλύπους εἶναι, ὑπάρχειν δὲ καὶ οὐρητικοὺς καὶ οὐκ ἐφεκτικοὺς κοιλίας. [p. 250]50. ᾦα. Ἀναξαγόρας ἐν τοῖς Φυσικοῖς τὸ καλούμενόν φησιν ὄρνιθος γάλα τὸ ἐν τοῖς ᾠοῖς εἶναι λευκόν. Ἀριστοφάνης: ‘ τίκτει πρῶτον ὑπηνέμιον ᾠὸν Νύξ.’ Σαπφὼ δ᾽ αὐτὸ τρισυλλάβως καλεῖ:
ὅστις ἀγοράζων ὄψον ...
ἐξὸν ἀπολαύειν ἰχθύων ἀληθινῶν
ῥαφανῖδας ἐπιθυμεῖ πρίασθαι, μαίνεται.
καὶ πάλιν
φασὶ δή ποτε Λήδαν ὤιον εὑρεῖν.
ὤεα δ᾽ ἔφη Ἐπίχαρμος:
ὠίου πολὺ λευκότερον.
Σιμωνίδης ἐν δευτέρῳ ἰάμβων
ὤεα χανὸς κἀλεκτορίδων πετεηνῶν.
διὰ τεσσάρων δ᾽ αὐτὰ προενήνεκται Ἀναξανδρίδης ὠάρια εἰπών. καὶ Ἔφιππος:
οἷόν τε χηνὸς ὤεον Μαιανδρίου.
Ἄλεξις δὲ ἡμίτομά που ᾠῶν λέγει, ᾠὰ δὲ οὐ μόνον ἀνεμιαῖα ἐκάλουν, ἀλλὰ καὶ ὑπηνέμια. ‘ ἐκάλουν δὲ καὶ τὰ νῦν τῶν οἰκιῶν παρ᾽ ἡμῖν καλούμενα ὑπερῷα ᾠά,’ φησὶ Κλέαρχος ἐν Ἐρωτικοῖς, τὴν Ἑλένην φάσκων ἐν τοιούτοις οἰκήμασι τρεφομένην δόξαν ἀπενέγκασθαι παρὰ πολλοῖς ὡς ἐξ ᾠοῦ εἴη γεγεννημένη. οὐκ εὖ δὲ Νεοκλῆς ὁ Κροτωνιάτης ἔφη ἀπὸ τῆς σελήνης πεσεῖν τὸ ᾠὸν ἐξ οὗ τὴν ῾ Ἑλένην γεννηθῆναι: τὰς γὰρ σεληνίτιδας γυναῖκας ᾠοτοκεῖν καὶ τοὺς ἐκεῖ γεννωμένους πεντεκαιδεκαπλασίονας ἡμῶν εἶναι, ὡς Ἡρόδωρος ὁ Ἡρακλεώτης ἱστορεῖ. Ἴβυκος δὲ ἐν πέμπτῳ μελῶν περὶ Μολιονιδῶν φησι: [p. 252]
σταμνάριὰ τ᾽ οἴνου μικρὰ τοῦ Φοινικίνου,
ᾠάρια, τοιαῦθ᾽ ἕτερα πολλὰ παίγνια.
Ἔφιππος:
τούς τε λευκίππους κόρους
τέκνα Μολιόνας κτάνον,
ἅλικας, ἰσοκεφάλους, ἑνιγυίους,
ἀμφοτέρους γεγαῶτας ἐν ὠέῳ
ἀργυρέῳ.
ᾠῶν δὲ ῥοφητῶν μνημονεύει Νικόμαχος:
ἴτρια, τραγήματα. : πυραμοῦς, ἄμης,
ᾠῶν ἑκατόμβη: πάντα ταῦτ᾽ ἐχναύομεν.
χηνείων δ᾽ ᾠῶν Ἔριφος:
οὐσίδιον μοι καταλιπόντος τοῦ πατρός,
οὕτω συνεστρόγγυλα κἀξεκόκκισα
ἐν μησὶν ὀλίγοις ὥσπερ ᾠόν τις ῥοφῶν:
Ἐπαίνετος δὲ καὶ ῾ Ἡρακλείδης ὁ Συρακούσιος ἐν Ὀψαρτυτικῷ τῶν ᾠῶν φασι πρωτεύειν τὰ τῶν ταῶν μεθ᾽ ἃ εἶναι τὰ χηναλωπέκεια: τρίτα καταλέγοντες τὰ ὀρνίθεια. 51. πρόπομα. τούτου, φησί, περιενεχθέντος ὁ τῶν δείπνων ταμίας Οὐλπιανὸς ἔφη εἰ κεῖται παρά τινι τὸ πρόπομα οὕτω καλούμενον ὡς νῦν ἡμεῖς φαμεν. καὶ ζητούντων πάντων ‘αὐτός,’ ἔφη, ‘ ἐγὼ ἐρῶ, Φύλαρχος ὁ Ἀθηναῖος ἢ Ναυκρατίτης ἐν οἷς ὁ λόγος ἐστὶν αὐτῷ περὶ Ζηλᾶ τοῦ Βιθυνῶν βασιλέως, ὃς ἐπὶ ξένια καλέσας τοὺς τῶν Γαλατῶν ἡγεμόνας ἐπιβουλεύσας αὐτοῖς καὶ αὐτὸς διεφθάρη, φησὶν οὕτως, εἰ μνήμης εὐτυχῶ: ‘πρόπομά τι πρὸ τοῦ δείπνου περιεφέρετο, καθὼς εἰώθει τὸ πρῶτον.’ ’ καὶ ταῦτ᾽ εἰπὼν ὁ Οὐλπιανὸς ᾔτει πιεῖν ἐν ψυκτῆρι, [p. 254] ἀρέσκειν ἑαυτὸν φάσκων διὰ τὸ ἑτοίμως ἀπεμνημονευκέναι. ἦν δὲ τῶν ἐν τοῖς προπόμασι, φησί, παρασκευαζομένων ἄλλα τε καὶ δὴ καὶ ταῦτα. 52.
ᾠὰ λευκά γε
καὶ μεγάλα: β. χήνει᾽ ἐστίν, ὥς γ᾽ ἐμοὶ δοκεῖ:
οὗτος δέ φησι ταῦτα τὴν Λήδαν τεκεῖν.
τοῦτο Ἀττικόν. ‘ἐγὼ δέ’, φησίν, ‘ἐν πολλοῖς ἀντιγράφοις εὗρον τοῦ Ἀντιφάνους Μίνωος διὰ τοῦ ο γεγραμμένον
μαλάχαι. Ἡσίοδος:
οὐδ᾽ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγ᾽ ὄνειαρ.
καὶ Ἐπίχαρμος:
τρώγοντες μολόχης ῥίζαν.
Φαινίας δ᾽ ἐν τοῖς Φυτικοῖς φησι: ‘ τῆς ἡμέρου μαλάχης ὁ σπερματικὸς τύπος καλεῖται πλακοῦς, ἐμφερὴς ὢν αὐτῷ: τὸ μὲν γὰρ κτενῶδες ἀνάλογον καθάπερ ἡ τοῦ πλακοῦντος κρηπίς, κατὰ μέσον δὲ τοῦ πλακουντικοῦ ὄγκου τὸ κέντρον ὀμφαλικόν. καὶ περιληφθείσης τῆς κρηπῖδος ὅμοιον γίνεται τοῖς θαλαττίοις περιγεγραμμένοις ἐχίνοις.’ ὁ δὲ Σίφνιος Δίφιλος ἱστορεῖ ὡς ἡ μαλάχη ἐστὶν εὔχυλος, λεαντικὴ ἀρτηρίας, τὰς ἐπιπολαίους ἀποκρίνουσα δριμύτητας. ἐπιτήδειόν τε εἶναί φησιν αὐτὴν τοῖς τῶν νεφρῶν καὶ τῆς κύστεως ἐρεθισμοῖς εὐέκκριτόν τε εἶναι μετρίως καὶ τρόφιμον, κρείττω δὲ τὴν ἀγρίαν τῆς κηπευομένης. Ἕρμιππος δ᾽ ὁ Καλλιμάχειος καὶ εἰς τὴν καλουμένην φησὶν ἄλιμον προσέτι τε ἄδιψον ἐμβάλλεσθαι τὴν μαλάχην οὖσαν χρησιμωτάτην: [p. 256]53. κολοκύνται. Εὐθύδημος ὁ Ἀθηναῖος ἐν τῷ περὶ λαχάνων σικύαν Ἰνδικὴν καλεῖ τὴν κολοκύντην διὰ τὸ κεκομίσθαι τὸ σπέρμα ἐκ τῆς Ἰνδικῆς. Μεγαλοπολῖται δὲ αὐτὴν σικυωνίαν ὀνομάζουσι. Θεόφραστος δὲ τῶν κολοκυντῶν φησιν οὐκ εἶναι ἐν μέρει ἰδέας, ἀλλ᾽ εἶναι τὰς μὲν βελτίους, τὰς δὲ χείρους. Μηνόδωρος δ᾽ ὁ Ἐρασιστράτειος, Ἱκεσίου φίλος, ‘ τῶν κολοκυντῶν,’ φησίν, ‘ἡ μὲν Ἰνδική, ἡ καὶ αὐτὴ καὶ σικύα, ἡ δὲ κολοκύντη. καὶ ἡ μὲν Ἰνδικὴ κατὰ τὸ πλεῖστον ἕψεται, ἡ δὲ κολοκύντη καὶ ὀπτᾶται.’ ἄχρι δὲ τοῦ νῦν λέγεσθαι παρὰ Κνιδίοις τὰς κολοκύντας Ἰνδικάς. Ἑλλησπόντιοι δὲ σικύας μὲν τὰς μακρὰς καλοῦσι, κολοκύντας δὲ τὰς περιφερεῖς. Διοκλῆς δὲ κολοκύντας μὲν καλλίστας γίνεσθαι περὶ Μαγνησίαν, προσέτι τε γογγύλην ὑπερμεγέθη γλυκεῖαν καὶ εὐστόμαχον, ἐν Ἀντιοχείᾳ δὲ σικυόν, ἐν δὲ Σμύρνῃ καὶ Γαλατίᾳ θρίδακα, πήγανον δὲ ἐν Μύροις. Δίφιλος δέ φησιν ‘ἡ δὲ κολοκύντη ὀλιγότροφός ἐστι καὶ εὔφθαρτος καὶ ὑγραντικὴ τῆς ἕξεως καὶ εὐέκκριτος, εὔχυλος. εὐστομαχωτέρα δ᾽ ἐστὶν ἡ δι᾽ ὕδατος καὶ ὄξους λαμβανομένη, εὐχυλοτέρα δὲ ἡ ἀρτυτή. λεπτυντικωτέρα δὲ ἐστὶν ἡ μετὰ νάπυος, εὐπεπτοτέρα δὲ καὶ εὐεκκριτωτέρα ἡ κάθεφθος.’ Μνησίθεος δέ φησιν ‘ ὅσα εὐφυῶς διάκειται πρὸς τὴν τοῦ πυρὸς κατεργασίαν, οἷον ὅ τε σικυὸς καὶ ἡ κολοκύντη καὶ μῆλα Κυδώνια καὶ στρουθία καὶ εἴ τι [p. 258] τοιοῦτον, ταῦθ᾽ ὅταν προσενεχθῇ πυρωθέντα, δίδωσι τῷ σώματι τροφὴν οὐ πολλὴν μέν, ἄλυπον δὲ καὶ μᾶλλον ὑγράν. ἐστὶ δὲ καὶ ταῦτα τῆς κοιλίας ἐφεκτικὰ πάντα, δεῖ δὲ αὐτὰ λαμβάνειν ἑφθὰ μᾶλλον.’ Ἀττικοὶ δὲ μόνως καλοῦσιν αὐτὴν κολοκύντην. Ἕρμιππος:
... πραύτερος ἔγωγε μολόχας.
Φρύνιχος ὑποκοριστικῶς
τὴν κεφαλὴν ὅσην ἔχει:
ὅσην κολοκύντην.
Ἐπίχαρμος:
ἢ μαζίου τι μικρὸν ἢ κολοκυντίου.
54.
ὑγιώτερόν θὴν ἐστι κολοκύντας πολύ,
55. Ἄλεξις ὁ χαρίεις πρόπομα ὅλον παρατίθησι τοῖς διακρίνειν δυναμένοις:
Ἐπικράτης ὁ κωμῳδιοποιός:
τί Πλάτων
καὶ Σπεύσιππος καὶ Μενέδημος;
πρὸς τίσι νυνὶ διατρίβουσιν;
ποία φροντίς, ποῖος δὲ λόγος
διερευνᾶται παρὰ τούτοισιν;
τάδε μοι πινυτῶς, εἴ τι κατειδὼς
ἥκεις, λέξον, πρὸς Γᾶς ...
β. ἀλλ᾽ οἶδα λέγειν περὶ τῶνδε σαφῶς:
Παναθηναίοις γὰρ ἰδὼν ἀγέλην
μειρακίων ...
ἐν γυμνασίοις Ἀκαδημείας
ἤκουσα λόγων ἀφάτων, ἀτόπων,
περὶ γὰρ φύσεως ἀφοριζόμενοι
διεχώριζον ζῴων τε βίον
δένδρων τε φύσιν λαχάνων τε γένη.
κᾆτ᾽ ἐν τούτοις τὴν κολοκύντην
ἐξήταζον τίνος ἐστὶ γένους. [p. 260]
α. καὶ τί ποτ᾽ ἄρ᾽ ὡρίσαντο καί τίνος γένους
εἶναι τὸ φυτόν; δήλωσον, εἰ κάτοισθά τι.
β. πρώτιστα μὲν οὖν πάντες ἄναυδοι
τότ᾽ ἐπέστησαν καὶ κύψαντες
χρόνον οὐκ ὀλίγον διεφρόντιζον.
κᾆτ᾽ ἐξαίφνης, ἔτι κυπτόντων
καὶ ζητούντων τῶν μειρακίων,
λάχανόν τις ἔφη στρογγύλον εἶναι,
ποίαν δ᾽ ἄλλος, δένδρον δ᾽ ἕτερος,
ταῦτα δ᾽ ἀκούων ἰατρός τις
Σικελᾶς ἀπὸ γᾶς
κατέπαρδ᾽ αὐτῶν ὡς ληρούντων.
α. ἦ που δεινῶς ὠργίσθησαν χλευάζεσθαὶ τ᾽
ἐβόησαν;
τὸ γὰρ ἐν λέσχαις ταῖσδε τοιαῦτα ποιεῖν ἀπρεπές ...
β. οὐδ᾽ ἐμέλησεν τοῖς μειρακίοις.
ὁ Πλάτων δὲ παρὼν καὶ μάλα πρᾴως,
οὐδὲν ὀρινθείς, ἐπέταξ᾽ αὐτοῖς
πάλιν ἐξ ἀρχῆς τὴν κολοκύντην
ἀφορίζεσθαι τίνος ἐστὶ γένους,
οἱ δὲ διῄρουν.
56.
ἔλαθον γενόμενος οὗ τὸ πρᾶγμ᾽ ἠβούλετο.
κατὰ χειρὸς ἐδόθη: τὴν τράπεζαν ἧκ᾽ ἔχων,
ἐφ᾽ ἧς ἐπέκειτ᾽ οὐ τυρὸς οὐδ᾽ ἐλαῶν γένη
οὐδὲ παρέχουσαι κνῖσαν ἡμῖν πλείονα
παροψίδες καὶ λῆρος, ἀλλὰ παρετέθη
ὑπερηφάνως ὄζουσα τῶν ῾ Ὡρῶν λοπάς,
τὸ τοῦ πόλου τοῦ παντὸς ἡμισφαίριον, [p. 262]
ἅπαντ᾽ ἐνῆν τἀκεῖ γὰρ ἐν ταύτῃ καλά,
ἰχθῦς, ἔριφοι, διέτρεχε τούτων σκορπίος,
ὑπέφαινεν ᾠῶν ἡμίτομα τοὺς ἀστέρας.
ἐπεβάλομεν τὰς χεῖρας, ὁ μὲν ἐμοὶ λαλῶν
ἅμα καὶ διανεύων ἠσχολεῖθ᾽ ὁ πᾶς δ᾽ ἀγὼν
ἐπ᾽ ἐμὲ κατήντα. τὸ πέρας οὐκ ἀνῆχ᾽ ἕως
τὴν λοπάδ᾽ ὀρύττων ἀποδέδειχα κόσκινον.
Πολίοχος:
μύκαι. Ἀριστίας:
μύκαισι δ᾽ ὠρέχθει τὸ λάινον πέδον.
Ἀντιφάνης
μεμαγμένην
μικρὰν μελαγχρῆ μᾶζαν ἠχυρωμένην
ἑκάτερος ἡμῶν εἶχε δὶς τῆς ἡμέρας
καὶ σῦκα βαιά: καὶ μύκης τις ἐνίοτ᾽ ἂν
ὠπτᾶτο καὶ κοχλίας γενομένου ψακαδίου
ἠγρεύετ᾽ ἂν καὶ λάχανα τῶν αὐτοχθόνων
θλαστὴ τ᾽: ἐλαία, καὶ πιεῖν οἰνάριον ἦν
ἀμφίβολον.
καὶ προελθών
τὸ δεῖπνόν ἐστι μᾶζα κεχαρακωμένη
ἀχύροις, πρὸς εὐτέλειαν ἐξωπλισμένη,
καὶ βολβὸς εἷς τις καὶ παροψίδες τινές,
σόγχος τις ἢ μύκης τις ἢ τοιαῦθ᾽ ἃ δὴ
δίδωσιν ἡμῖν ὁ τόπος ἄθλι᾽ ἀθλίοις.
τοιοῦτος ὁ βίος, ἀπύρετος, φλέγμ᾽ οὐκ ἔχων,
οὐδεὶς κρέως παρόντος ἐσθίει θύμον,
οὐδ᾽ οἱ δοκοῦντες πυθαγορίζειν.
τοῖς κατὰ Ἀριστοτέλους (τέσσαρα δ᾽ ἐστὶ ταῦτα βιβλία ἐπιτιμᾷ τῷ φιλοσόφῳ ὡς οὐ ποιήσαντι λόγου ἄξιον τὸ παροιμίας ἀθροῖσαι, Ἀντιφάνους ὅλον ποιήσαντος δρᾶμα τὸ ἐπιγραφόμενον Παροιμίαι: ἐξ οὗ καὶ παρατίθεται τάδε:
τίς γὰρ οἶδ᾽ ἡμῶν τὸ μέλλον ὅ τι παθεῖν
πέπρωθ᾽ ἑκάστῳ τῶν φίλων; ταχὺ δὴ λαβὼν
ὄπτα μύκητας πρινίνους τουσδὶ δύο. [p. 264]
ὅτι Κηφισόδωρος ὁ Ἰσοκράτους μαθητὴς ἐν
57. φύονται δὲ οἱ μύκητες γηγενεῖς καὶ εἰσιν αὐτῶν ἐδώδιμοι ὀλίγοι: οἱ γὰρ πολλοὶ ἀποπνίγουσιν. διὸ καὶ Ἐπίχαρμος παίζων ἔφη:
ἐγὼ γὰρ εἰ τῶν ὑμετέρων φάγοιμί τι,
μύκητας ὠμοὺς ἂν φαγεῖν ἐμοὶ δοκῶ
καὶ στρυφνὰ μῆλα κεἴ τι πνίγει βρῶμά τι.
Νίκανδρος δ᾽ ἐν Γεωργικοῖς καταλέγει καὶ τίνες αὐτῶν εἰσιν οἱ θανάσιμοι, λέγων
οἷον αἱ μύκαι γὰρ ἐξεσκληκότ᾽ ἀποπνιξεῖσθέ με.
δὲ καὶ ὅτι
ἐχθρὰ δ᾽ ἐλαίης
ῥοιῆς τε πρίνου τε δρυὸς τ᾽ ἄπο πήματα κεῖται,
οἰδαλέων σύγκολλα βάρη πνιγόεντα μυκήτων. >φησὶ
τὰ δ᾽ ἄλλα οὐκ ἦν ἀναγνῶναι.
συκέης ὁπότε στέλεχος βαθὺ κόπρῳ
κακκρύψας ὑδάτεσσιν ἀειναέεσσι νοτίζοις,
φύσονται πυθμέσσιν ἀκήριοι: ὧν σὺ μύκητα
θρεπτὸν μή τι χαμηλὸν ἀπὸ ῥίζης προτάμοιο.
φησὶν ὁ αὐτὸς Νίκανδρος ἐν τῷ αὐτῷ. ἔφιππος:
καί τε μύκητας ἀμανίτας τότ᾽ ἐφεύσεις,
Ἐπαρχίδης Εὐριπίδην φησὶ τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ καὶ γυναικός τινος μετὰ τέκνων [p. 266] κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα:
ἵν᾽ ὥσπερ οἱ μύκητες ἀποπνίξαιμί σε.
Διοκλῆς ὁ Καρύστιος ἐν α᾽ Ὑγιεινῶν φησιν ‘ἄγρια ἑψήματα τεῦτλον, μαλάχη, λάπαθον, ἀκαλήφη, ἀνδράφαξυς, βολβοί, ὕδνα, μύκαι.’ 58.
ὦ τὸν ἀγήρατον πόλον αἰθέρος, Ἥλιε, τέμνων, ,
ἆρ᾽ εἶδες τοιόνδ᾽ ὄμματι πρόσθε πάθος;
μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους
ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους.
ὕδατι γίνεσθαι, σελίνῳ ἑλείῳ τὸ φύλλον ἐοικός. διὸ καὶ Πτολεμαῖος ὁ δεύτερος Εὐεργέτης Αἰγύπτου βασιλεύσας παρ᾽ Ὁμήρῳ ἀξιοῖ γράφειν
σία. Σπεύσιππος ἐν β᾽ Ὁμοίων φησὶ ἐν
σία γὰρ μετὰ σελίνου φύεσθαι, ἀλλὰ μὴ ἴα. 59. Δίφιλός φησι τοὺς μύκητας εἶναι εὐστόμους, κοιλίας διαχωρητικούς, θρεπτικούς, δυσπέπτους δὲ καὶ φυσώδεις. τοιούτους δὲ εἶναι τοὺς ἐκ Κέω τῆς νήσου. ‘ πολλοὶ μέντοι καὶ κτείνουσι. δοκοῦσι δὲ οἰκεῖοι εἶναι οἱ λεπτότατοι καὶ ἁπαλοὶ καὶ 'εὔθρυπτοι οἱ ἐπὶ πτελέαις καὶ πεύκαις γινόμενοι ἀνοίκειοι δὲ οἱ μέλανες καὶ πελιοὶ καὶ σκληροὶ καὶ οἱ μετὰ τὸ ἑψηθῆναι καὶ τεθῆναι πησσόμενοι, οἵτινες λαμβανόμενοι κτείνουσι. βοηθοῦνται δ᾽ ἀπὸ ὑδρομέλιτος πόσεως καὶ ὀξυμέλιτος, νίτρου καὶ ὄξους, μετὰ τὴν πόσιν δὲ ἐμεῖν δεῖ. διόπερ καὶ δεῖ μάλιστα σκευάζειν αὐτοὺς μετὰ ὄξους καὶ [p. 268] ὀξυμέλιτος ἢ μέλιτος ἢ ἁλῶν οὕτω γὰρ αὐτῶν τὸ πνιγῶδες ἀφαιρεῖται. Θεόφραστος δὲ ἐν τῷ περὶ φυτῶν ἱστορίας γράφει: ‘ ὑπόγεια δὲ τὰ τοιαῦτά ἐστι καὶ ἐπίγεια, καθάπερ οὓς καλοῦσί τινες πέζιας, ἅμα τοῖς μύκησι γινομένους, ἄριζοι γὰρ καὶ αὐτοὶ τυγχάνουσιν. ὁ δὲ μύκης ἔχει προσφύσεως δίκην τὸν καυλὸν εἰς μῆκος, καὶ ἀποτείνουσιν ἀπ᾽ αὐτοῦ ῥίζαι.’ φησὶ δὲ καὶ ὅτι ἐν τῇ περὶ Ἡρακλέους στήλας θαλάσσῃ ὅταν ὕδατα πλείω γένηται, μύκητες φύονται πρὸς τῇ θαλάσσῃ, οὓς καὶ ἀπολιθοῦσθαι ὑπὸ τοῦ ἡλίου φησί. καὶ Φαινίας δὲ ἐν α᾽ περὶ φυτῶν ‘τὰ δὲ οὐδὲ φύει τὴν ἀνθήλην οὐδὲ τῆς σπερματικῆς ἴχνος κορυνήσεως οὐδὲ σπερματώσεως, οἷον μύκης, ὕδνον, πτέρις, ἕλιξ.’ ὁ αὐτός φησι: ‘ πτέρις, ἣν ἔνιοι βλάχνον καλοῦσι.’ Θεόφραστος ἐν Φυτικοῖς: ‘ λειόφλοια, καθάπερ ὕδνον, μύκης, πέζις, γεράνειον.’ 60. ὕδνα. γίνεται καὶ ταῦτα αὐτόματα ἀπὸ γῆς μάλιστα περὶ τοὺς ἀμμώδεις τόπους. λέγει δὲ περὶ αὐτῶν Θεόφραστος: ‘τὸ ὕδνον ὃ καλοῦσί τινες γεράνειον καὶ εἴ τι ἄλλο ὑπόγειον.’ καὶ πάλιν ‘καὶ ἡ τῶν ἐγγεοτόκων τούτων γένεσις ἅμα καὶ φύσις, οἷον τοῦ τε ὕδνου καὶ τοῦ φυομένου περὶ Κυρήνην ὃ καλοῦσι μίσυ. δοκεῖ δ᾽ ἡδὺ σφόδρα τοῦτ᾽ εἶναι καὶ τὴν ὀσμὴν ἔχειν κρεώδη, [p. 270] καὶ τὸ ἐν τῇ Θρᾴκῃ δὲ γινόμενον οἰτόν. περὶ δὲ τούτων ἴδιόν τι λέγεται: φασὶ γάρ, ὅταν ὕδατα μετοπωρινὰ καὶ βρονταὶ γίνωνται σκληραί, τότε γίνεσθαι, καὶ μᾶλλον ὅταν αἱ βρονταί, ὡς ταύτης αἰτιωτέρας οὔσης, οὐ διετίζειν δέ, ἀλλ᾽ ἐπέτειον εἶναι: τὴν δὲ χρείαν καὶ τὴν ἀκμὴν ἔχειν τοῦ ἦρος. οὐ μὴν ἀλλ᾽ ἔνιοί γε ὡς σπερματικῆς οὔσης τῆς ἀρχῆς ὑπολαμβάνουσιν. ἐν γοῦν τῷ αἰγιαλῷ τῶν Μιτυληναίων οὔ φασι πρότερον εἶναι πρὶν ἢ γενομένης ἐπομβρίας τὸ σπέρμα κατενεχθῇ ἀπὸ Τιαρῶν τοῦτο δ᾽ ἐστὶ χωρίον ἐν ᾧ πολλὰ γίνεται, γίνεται δὲ ἔν τε τοῖς αἰγιαλοῖς μάλιστα καὶ ὅπου χώρα ὕπαμμος: καὶ γὰρ αἱ Τιάραι τοιαῦται. φύεται δὲ καὶ περὶ Λάμψακον ἐν τῇ Ἀβαρνίδι καὶ ἐν Ἀλωπεκοννήσῳ κἀν τῇ Ἠλείων.’ Λυγκεὺς ὁ Σάμιός φησιν ‘ ἀκαλήφην ἡ θάλασσα ἀνίησιν, ἡ δὲ γῆ ὕδνα.’ καὶ Μάτρων ὁ παρῳδὸς ἐν τῷ Δείπνῳ :
ἀμφὶ δὲ λειμῶνες μαλακοὶ σίου ἠδὲ σελίνου.
Δίφιλος δὲ δύσπεπτά φησιν εἶναι τὰ ὕδνα, εὔχυλα δὲ καὶ παραλεαντικά, προσέτι δὲ διαχωρητικά, καὶ ἔνια αὐτῶν ὁμοίως τοῖς μύκαις πνιγώδη εἶναι. Ἡγήσανδρος δ᾽ ὁ Δελφὸς ἐν Ἑλλησπόντῳ φησὶν οὔτε ὕδνον γίνεσθαι οὔτε γλαυκίσκον οὔτε θύμον διὸ Ναυσικλείδην εἰρηκέναι μήτε ἔαρ μήτε φίλους, ὑδνόφυλλον δέ φησι Πάμφιλος ἐν Γλώσσαις τὴν φυομένην τῶν ὕδνων ὕπερθε πόαν, ἀφ᾽ ἧς τὸ ὕδνον γινώσκεσθαι. [p. 272]61. ἀκαλήφη. λέγεται παρὰ τοῖς Ἀττικοῖς οὕτως καὶ τὸ βοτανῶδες καὶ τὸ κνησμοῦ αἴτιον, Ἀριστοφάνης Φοινίσσαις: ‘πρῶτον πάντων ἴφυα φῦναι, εἶθ᾽ ἑξῆς τὰς κραναὰς ἀκαλήφας.’ 62. ἀσπάραγοι. οὗτοι καὶ ἕλειοι καὶ ὄρειοι καλοῦνται. ὧν οἱ κάλλιστοι οὐ σπείρονται, πάντων ὄντες τῶν ἐντὸς θεραπευτικοί, οἱ δὲ σπαρτοὶ καὶ σφόδρα ὑπερμεγέθεις γίνονται. ἐν Λιβύῃ δέ φασιν ἐν Γαιτουλίᾳ γίνεσθαι πάχος μὲν Κυπρίου καλάμου, μῆκος δὲ ποδῶν δώδεκα: ἐν δὲ τῇ ὀρεινῇ, καὶ παρωκεανίτιδι πάχος μὲν μεγάλων ναρθήκων, μῆκος δὲ περὶ τοὺς εἴκοσι πήχεις. Κρατῖνος δὲ διὰ τοῦ ἀσφάραγον ὀνομάζει. καὶ Θεόπομπος
ὄστρεὰ τ᾽ ἤνεικεν, Θέτιδος Νηρηίδος ὕδνα.
Ἀμειψίας:
κἄπειτ᾽ ἰδὼν ἀσφάραγον ἐν θάμνῳ τινί.
Δίφιλος δέ φησιν ὡς ὁ τῆς κράμβης ἀσφάραγος λεγόμενος ἰδίως ὄρμενος εὐστομαχώτερός ἐστι καὶ εὐεκκριτώτερος, ὄψεων δὲ βλαπτικός, ἐστὶ δὲ δριμὺς καὶ οὐρητικὸς καὶ ἀδικεῖ νεφροὺς καὶ κύστιν. Ἀττικοὶ δ᾽ εἰσὶν οἱ λέγοντες ὄρμενον τὸν ἀπὸ τῆς κράμβης ἐξηνθηκότα. Σοφοκλῆς Ἰχνευταῖς:
οὐ σχῖνος οὐδ᾽ ἀσφάραγος, οὐ δάφνης κλάδοι.
παρὰ τὸ ἐξορούειν καὶ βλαστάνειν. Ἀντιφάνης δὲ διὰ τοῦ π φησὶν ἀσπάραγον
κἀξορμενίζει κοὐκ ἔτι
σχολάζεται βλάστη.
Ἀριστοφῶν ‘ κάππαριν, βληχώ, θύμον, ἀσπάραγον, πίτταν, ῥάμνον, σφακόν, πήγανον.’ 63.
ἀσπάραγος ἠγλάιζεν, ὦχρος ἐξήνθηκέ τις. [p. 274]
καὶ πάλιν
κοχλίας. Φιλύλλιος:
οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.
Ἡσίοδος δὲ τὸν κοχλίαν φερέοικον καλεῖ. καὶ Ἀναξίλας δέ:
μαινίδες ... , σκόμβροι, κοχλίαι, κορακῖνοι.
Ἀχαιός :
ἀπιστότερος τῶν κοχλιῶν πολλῷ πάνυ,
οἳ περιφέρουσ᾽ ὑπ᾽ ἀπιστίας τὰς οἰκίας. '
προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον περὶ τῶν κοχλιῶν οὕτως:
ἦ τοσούσδ᾽ Αἴτνη τρέφει
κοχλίας κεράστας;
Ἀριστοτέλης δὲ ἐν ε᾽ περὶ ζῴων μορίων φησὶν ‘οἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ μετοπώρῳ καὶ τοῦ ἔαρος: μόνοι τε οὗτοι τῶν ὀστρακοδέρμων συνδυαζόμενοι ὤφθησαν.’ Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντων ‘οἱ κοχλίαι,’ φησί, ‘ φωλεύουσι μὲν καὶ τοῦ χειμῶνος, μᾶλλον δὲ τοῦ θέρους, διὸ καὶ πλεῖστοι φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν. ἡ δὲ φωλεία τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων.’ λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι. Ἐπίχαρμος :
ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.
Ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν κοχλίαν λέγειν. Ἀπολλόδωρος δὲ ἐν β᾽ ἐτυμολογιῶν τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους. 64. βολβοί. τούτων Ἡρακλῆς ἐσθίειν παραιτεῖται ἐν Ἀμαλθείᾳ Εὐβούλου λέγων
τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι,
κόγχων δὲ τὸν σέσιλον. β. ἄπαγ᾽ ἐς τὸν φθόρον. [p. 276]
Ἄλεξις ἐμφανίζων τὴν τῶν βολβῶν πρὸς τὰ ἀφροδίσια δύναμίν φησι:
θερμότερον ἢ κραυρότερον ἢ μέσως ἔχον,
τοῦτ᾽ ἔσθ᾽ ἑκάστῳ μεῖζον ἢ Τροίαν ἑλεῖν.
κἀγὼ γὰρ οὐ καυλοῖσιν οὐδὲ σιλφίῳ
οὐδ᾽ ἱεροσύλοις καὶ πικραῖς παροψίσι
βολβοῖς τ᾽ ἐμαυτὸν χορτάσων ἐλήλυθα.
ἃ δ᾽ εἲς τ᾽ ἐδωδὴν πρῶτα καὶ ῥώμης ἀκμὴν
καὶ πρὸς ὑγίειαν, πάντα ταῦτ᾽ ἐδαινύμην,
κρέας βόειον ἑφθὸν ἀσόλοικον μέγα,
ἀκροκώλιόν τε γεννικόν, ὀπτὰ δέλφακος
ἁλίπαστα τρία.
Ξέναρχος ἐν Βουκολίωνι:
πίννας, κάραβον,
βολβούς, κοχλίας, κήρυκας, ᾤ᾽, ἀκροκώλια,
τοσαῦτα: τούτων ἄν τις εὕρῃ φάρμακα
ἐρῶν ἑταίρας ἕτερα χρησιμώτερα ...
Ἀρχέστρατος :
φθίνει δόμος
ἀσυντάτοισι δεσποτῶν κεχρημένος
τύχαις, ἀλάστωρ τ᾽ εἰσπέπαικε Πελοπιδῶν.
ἄστυτος οἶκος κοὐδὲ βυσαύχην θεᾶς
Δηοῦς σύνοικος, γηγενὴς βολβός, φίλοις
ἑφθὸς βοηθῶν δυνατὸς ἐστ᾽ ἐπαρκέσαι:
μάτην δὲ πόντου κυανέαις δίναις τραφεὶς [p. 278]
φλεβὸς τροπωτὴρ πουλύπους, ἁλοὺς βρόχων
πλεκταῖς ἀνάγκαις, τῆς τροχηλάτου κόρης
πίμπλησι λοπάδος στερροσώματον κύτος. '
65. Ἡρακλείδης ὁ Ταραντῖνος ἐν Συμποσίῳ ‘ βολβὸς καὶ κοχλίας καὶ ᾠὸν καὶ τὰ ὅμοια δοκεῖ σπέρματος εἶναι ποιητικά, οὐ διὰ τὸ πολύτροφα εἶναι, ἀλλὰ διὰ τὸ ὁμοειδεῖς ἔχειν τὰς πρώτας φύσεις αὐτὰς τὰς δυνάμεις τῷ σπέρματι.’ Δίφιλος: ‘οἱ βολβοὶ δύσπεπτοι μέν εἰσι, πολύτροφοι δὲ καὶ εὐστόμαχοι, ἔτι δὲ σμηκτικοὶ καὶ ἀμβλυντικοὶ ὄψεως, διεγερτικοὶ δ᾽ ἀφροδισίων.’ ἡ δὲ παροιμία φησὶν
βολβῶν καὶ καυλῶν χαίρειν λέγω ὀξυβάφοισι
ταῖς τ᾽ ἄλλαις πάσῃσι παροψίσι.
διεγείρουσι δ᾽ ὄντως αὐτῶν πρὸς ἀφροδίσια οἱ βασιλικοὶ λεγόμενοι, οἳ καὶ κρείσσονες τῶν ἄλλων εἰσί: μεθ᾽ οὓς οἱ πυρροί, οἱ δὲ λευκοὶ καὶ Λιβυκοὶ σκιλλώδεις: χείρονες δὲ πάντων οἱ Αἰγύπτιοι. 66. αἱ δὲ βολβῖναι καλούμεναι εὐχυλότεραι μέν εἰσι τῶν βολβῶν, οὐ μὴν οὕτως εὐστόμαχοι διὰ τὸ γλυκάζον ἔχειν τι: παχυντικαί τε ἱκανῶς εἰσι διὰ τὴν πολλὴν σκληρότητα καὶ εὐέκκριτοι. μνημονεύει δὲ βολβίνης Μάτρων ἐν παρῳδίαις:
οὐδέν σ᾽ ὀνήσει βολβός, ἂν μὴ νεῦρ᾽ ἔχῃς.
[p. 280]67. ὅτι Νίκανδρος ‘ Μεγαρῆας βολβοὺς ’ ἐπαινεῖ. Θεόφραστος δ᾽ ἐν ζ᾽ Φυτικῶν ‘ ἐνιαχοῦ, φησίν, οὕτω γλυκεῖς εἰσιν οἱ βολβοὶ ὥστε καὶ ὠμοὺς ἐσθίεσθαι, ὥσπερ ἐν τῇ Ταυρικῇ Χερρονήσῳ.’ τὰ αὐτὰ ἱστορεῖ καὶ Φαινίας. ἔστι δὲ καὶ γένος, φησί, βολβῶν, Θεόφραστος, ἐριοφόρων, ὃ φύεται ἐν αἰγιαλοῖς. ἔχει δὲ τὸ ἔριον ὑπὸ τοὺς πρώτους χιτῶνας, ὥστε ἀνὰ μέσον εἶναι τοῦ ἐδωδίμου τοῦ ἐντὸς καὶ τοῦ ἔξω. ὑφαίνεται δ᾽ ἐξ αὐτοῦ καὶ πόδεια καὶ ἄλλα ἱμάτια, ὡς καὶ Φαινίας φησί, ‘τὸ δὲ ἐν Ἰνδοῖς τριχῶδές ἐστι.’ περὶ δὲ τῆς τῶν βολβῶν σκευασίας Φιλήμων φησί:
σόγκους δ᾽ οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ᾽ ὀνομήνω,
μυελόεν βλάστημα, καρηκομόωντας ἀκάνθαις,
βολβίνας θ᾽, αἳ Ζῆνος Ὀλυμπίου εἰσὶν ἀοιδή,
ἃς ἐν χέρσῳ θρέψε Διὸς παῖς ἄσπετος ὄμβρος,
λευκοτέρας χιόνος, ἰδέειν ἀμύλοισιν ὁμοίας
τάων φυομένων ἠράσσατο πότνια γαστήρ,
Ἡρακλείδης δ᾽ ὁ Ταραντῖνος τοῦ συμποσίου περιγράφων τοὺς βολβοὺς φησι:’ περιγράφειν δεῖ τὴν πολλὴν βρῶσιν καὶ μάλιστα τῶν ἐχόντων ὅλκιμόν τι καὶ γλίσχρον, οἷον ᾠῶν, βολβῶν, ἀκροκωλίων, κοχλιῶν καὶ τῶν ὁμοίων, ἐπιμένει γὰρ τῇ κοιλίᾳ πλείονας χρόνους καὶ ἐμπλεκόμενα παρακατέχει τὰ ὑγρά.’ 68. κίχλαι. καὶ τούτων ἦσαν καὶ ἄλλων ὀρνίθων ἀγέλαι ἐν τοῖς προπόμασι. Τηλεκλείδης:
τὸν βολβόν, εἰ βούλει, σκόπει
ὅσα δαπανήσας εὐδοκιμεῖ, τυρόν, μέλι,
σήσαμον, ἔλαιον, κρόμυον, ὄξος, σίλφιον.
αὐτὸς δ᾽ ἐφ᾽ αὑτοῦ ' στιν πονηρὸς καὶ πικρός.
Συρακούσιοι δὲ τὰς κίχλας κιχήλας λέγουσιν. Ἐπίχαρμος :
ὀπταὶ δὲ κίχλαι μετ᾽ ἀμητίσκων εἰς τὸν φάρυγ᾽
εἰσεπέτοντο.
μέμνηται τούτων καὶ Ἀριστοφάνης ἐν Νεφέλαις. τρία δὲ γένη κιχλῶν Ἀριστοτέλης εἶναι ἱστορεῖ, ὧν τὴν πρώτην καὶ μεγίστην κίσσῃ πάρισον εἶναι, ἣν καὶ καλεῖσθαι ἰξοφάγον, ἐπειδὴ ἰξὸν ἐσθίει τὴν δὲ τῷ κοσσύφῳ ἴσην, ἣν ὀνομάζεσθαι τριχάδα: τὴν δὲ τρίτην ἐλαχίστην τῶν προειρημένων οὖσαν ἰλλάδα ὀνομάζεσθαι. οἱ δὲ τυλάδα λέγουσιν, ὡς Ἀλέξανδρος ἱστορεῖ ὁ Μύνδιος: ἣν καὶ συναγελαστικὴν εἶναι καὶ νεοττεύειν ὡς καὶ τὰς χελιδόνας. ὅτι τὸ εἰς Ὅμηρον ἀναφερόμενον ἐπύλλιον, ἐπιγραφόμενον δὲ Ἐπικιχλίδες, ἔτυχε ταύτης τῆς προσηγορίας διὰ τὸ τὸν Ὅμηρον ᾁδοντα αὐτὸ τοῖς παισὶ κίχλας δῶρον λαμβάνειν, ἱστορεῖ Μέναιχμος ἐν τῷ περὶ τεχνιτῶν. 69. συκαλίδες. Ἀλέξανδρος ὁ Μύνδιος ἱστορεῖ: ‘ἅτερος τῶν αἰγιθαλῶν ὑφ᾽ ὧν μὲν ἔλαιον καλεῖται, ὑπὸ δέ τινων πυρρίας: συκαλὶς δ᾽, ὅταν ἀκμάζῃ τὰ σῦκα.’ δύο δ᾽ εἶναι γένη αὐτοῦ συκαλίδα καὶ μελαγκόρυφον. Ἐπίχαρμος: ‘ ἀγλαὰς συκαλλίδας.’ καὶ πάλιν
τὰς τ᾽ ἐλαιοφιλοφάγους κιχήλας. [p. 282]
ἁλίσκονται δ᾽ αὗται τῷ τῶν σύκων καιρῷ, διὸ βέλτιον ὀνομάζοιτ᾽ ἂν δι᾽ ἑνὸς λ: διὰ δὲ τὸ μέτρον Ἐπίχαρμος διὰ δυεῖν εἴρηκεν. 70.
ἦν δ᾽ ἐρῳδιοί τε πολλοὶ μακροκαμπυλαύχενες
τέτρακές τε σπερματολόγοι κἀγλααὶ συκαλλίδες.
71. κόψιχοι. Νικόστρατος ἢ Φιλέταιρος:
σπίνοι. Εὔβουλος:
Ἀμφιδρομίων ὄντων, ἐν οἷς νομίζεται [p. 284]
ὀπτᾶν τε τυροῦ Χερρονησίτου τόμον
ἕψειν τ᾽ ἐλαίῳ ῥάφανον ἠγλαισμένην
πνίγειν τε παχέων ἀρνίων στηθύνια
τίλλειν τε φάττας καὶ κίχλας ὁμοῦ σπίνοις
ὁμοῦ τε χναύειν μαινίσιν σηπίδια
πιλοῦν τε πολλὰς πλεκτάνας ἐπιστρεφῶς
πίνειν τε πολλὰς κύλικας εὐζωρεστέρας.
Ἀντιφάνης δὲ καὶ ψᾶρας ἐν τοῖς βρώμασι καταλέγει:
τί οὖν ἀγοράσω; φράζε γάρ.
β. μὴ πολυτελῶς, ἀλλὰ καθαρείως: δασύποδα,
ἐὰν περιτύχῃς, ἀγόρασον καὶ νηττία
ὁπόσα σὺ βούλει καὶ κίχλας καὶ κοψίχους,
ὀρνιθάριά τε τῶν ἀγρίων τούτων συχνά:
χάριεν γάρ.
πάντων ἡμᾶς λόγον ἀπαιτεῖς καὶ οὐδ᾽ ὁτιοῦν ἔξεστιν εἰπεῖν ἀνυπεύθυνον. ὅτι τὸ στρουθάριον παρ᾽ ἄλλοις τε καὶ δὴ καὶ παρ᾽ Εὐβούλῳ:
μέλι, πέρδικες,
φάτται, νῆτται, χῆνες, ψᾶρες,
κίττα, κολοιός, κόψιχος, ὄρτυξ,
ὄρνις θήλεια.
72. ἐγκέφαλοι χοίρειοι. τούτων ἡμᾶς ἐσθίειν οὐκ [p. 286] εἴων οἱ φιλόσοφοι, φάσκοντες τοὺς αὐτῶν μεταλαμβάνοντας ‘ ἶσον καὶ κυάμων τρώγειν κεφαλῶν τε’ οὐ ‘ τοκήων’ μόνον, ἀλλὰ καὶ τῶν ἄλλων βεβήλων, οὐδένα γοῦν τῶν ἀρχαίων βεβρωκέναι διὰ τὸ τὰς αἰσθήσεις ἁπάσας σχεδὸν ἐν αὐτῷ εἶναι. Ἀπολλόδωρος δ᾽ ὁ Ἀθηναῖος οὐδ᾽ ὀνομάζειν τινὰ τῶν παλαιῶν φησιν ἐγκέφαλον καὶ Σοφοκλέα γοῦν ἐν Τραχινίαις ποιήσαντα τὸν Ἡρακλέα ῥιπτοῦντα τὸν Λίχαν ἐς θάλασσαν οὐκ ὀνομάσαι ἐγκέφαλον, ἀλλὰ λευκὸν μυελόν, ἐκκλίνοντα τὸ μὴ ὀνομαζόμενον:
περδίκια
λαβὲ τέτταρ᾽ ἢ καὶ πέντε, δασύποδας δὲ τρεῖς,
στρουθάριὰ θ᾽ οἷον ἐντραγεῖν, ἀκανθίδας,
καὶ βιττάκους, σπινίδια, κερχνῇδας
τά τ᾽ ἄλλ᾽ ἅττ᾽ ἂν ἐπιτύχῃς.
καίτοι τἄλλα διαρρήδην ὀνομάσαντα. καὶ Εὐριπίδης δὲ τὴν Ἑκάβην θρηνοῦσαν εἰσαγαγὼν τὸν Ἀστυάνακτα ὑπὸ τῶν Ἑλλήνων ῥιφέντα φησί:
κόμης δὲ λευκὸν μυελὸν ἐκραίνει, μέσου
κρατὸς διασπαρέντος αἵματός θ᾽ ὁμοῦ,
ἔχει δὲ ἐπίστασιν ἡ τῶν ποιημάτων τούτων ἐκδοχή. καὶ γὰρ Φιλοκλῆς τε ἐγκέφαλόν φησιν
δύστηνε, κρατὸς ὥς σ᾽ ἔκειρεν ἀθλίως
τείχη πατρῷα, Λοξίου πυργώματα,
ὃν πόλλ᾽ ἐκήπευσ᾽ ἡ τεκοῦσα βόστρυχον
φιλήμασὶν τ᾽ ἔδωκεν : ἔνθεν ἐκγελᾷ
ὀστέων ῥαγέντων φόνος, ἵν᾽: αἰσχρὰ μὴ λέγω.
καὶ Ἀριστοφάνης:
οὐδ᾽ ἂν ἐγκέφαλον ἔσθων λίποι,
καὶ ἄλλοι. λευκὸν οὖν ἂν εἴη μυελὸν εἰρηκὼς Σοφοκλῆς ποιητικῶς, Εὐριπίδης δὲ τὸ τῆς προσόψεως [p. 288] εἰδεχθὲς καὶ αἰσχρὸν οὐχ αἱρούμενος ἐναργῶς ἐμφανίσαι ἐδήλωσεν ὡς ἐβούλετο. ὅτι δ᾽ ἱερὸν ἐνόμιζον τὴν κεφαλὴν δῆλον ἐκ τοῦ καὶ κατ᾽ αὐτῆς ὀμνύειν καὶ τοὺς γινομένους ἀπ᾽ αὐτῆς πταρμοὺς προσκυνεῖν ὡς ἱερούς. ἀλλὰ μὴν καὶ τὰς συγκαταθέσεις βεβαιοῦμεν τῇ ταύτης ἐπινεύσει, ὡς καὶ ὁ Ὁμηρικὸς Ζεύς φησιν
ἀπολέσαιμ᾽ ἂν ἐγκεφάλου θρίω δύο,
73. ὅτι εἰς τὸ πρόπομα καὶ ταῦτα ἐνεβάλλοντο, πέπερι, φυλλίς, σμύρνα, κύπειρον, μύρον Αἰγύπτιον. Ἀντιφάνης:
εἰ δ᾽ ἄγε τοι κεφαλῇ ἐπινεύσομαι.
πάλιν
ἂν μὲν ἄρα πέπερι πριάμενός τις εἰσφέρῃ,
στρεβλοῦν γράφουσι τοῦτον ὡς κατάσκοπον.
Εὔβουλος:
νῦν δεῖ περιόντα πέπερι καὶ καρπὸν βλίτου
ζητεῖν.
Ὠφελίων:
κόκκον λαβοῦσα κνίδιον ἢ τοῦ πεπέριδος
τρίψασ᾽ ὁμοῦ σμύρνῃ διάπαττε τὴν ὁδόν. '
Νίκανδρος Θηριακοῖς:
Λιβυκὸν πέπερι θυμίαμα καὶ βιβλίον
Πλάτωνος ἐμβρόντητον.
Θεόφραστος ἐν φυτῶν ἱστορίᾳ: ‘τὸ πέπερι καρπὸς μέν ἐστι, διττὸν δὲ αὐτοῦ τὸ γένος: τὸ μὲν στρογγύλον ὥσπερ ὄροβος, κέλυφος ἔχον ὑπέρυθρον, τὸ [p. 290] δὲ πρόμηκες, μέλαν, σπερμάτια μηκωνικὰ ἔχον. ἰσχυρότερον δὲ πολὺ τοῦτο θατέρου, θερμαντικὰ δὲ ἄμφω: διὸ καὶ πρὸς τὸ κώνειον βοηθεῖ ταῦτα.’ ἐν δὲ τῷ περὶ πνιγμοῦ γράφει: ‘ἡ δὲ τούτων ἀνάκτησις ὄξους ἐγχύσει καὶ πεπέριδος ἢ κνίδης καρπῷ τριφθείσης.’ τοῦτο δ᾽ ἡμᾶς τηρῆσαι δεῖ ὅτι οὐδέτερον ὄνομα οὐδέν ἐστι παρὰ τοῖς Ἕλλησιν εἰς ι λῆγον, εἰ μὴ μόνον τὸ μέλι. τὸ γὰρ πέπερι καὶ κόμμι καὶ κοῖφι ξενικά. 74. ἔλαιον. Σαμιακοῦ ἐλαίου μνημονεύει Ἀντιφάνης ἢ Ἄλεξις:
ἢ καὶ λεπτοθρίοιο πολύχνοα φύλλα κονύζης,
πολλάκι δ᾽ ἢ πέπερι κόψας νέον ἢ ἀπὸ Μήδων
κάρδαμον.
Καρικοῦ δὲ ' Ὠφελίων:
οὑτοσὶ δέ σοι
τοῦ λευκοτάτου πάντων ἐλαίου Σαμιακοῦ
ἐστιν μετρητής.
Ἀμύντας ἐν σταθμοῖς Περσικοῖς φησι: ‘ φέρει τὰ ὄρη τέρμινθον καὶ σχῖνον καὶ κάρυα τὰ Περσικά, ἀφ᾽ ὧν ποιοῦσι τῷ βασιλεῖ ἔλαιον πολύ.’ Κτησίας δ᾽ ἐν Καρμανίᾳ φησὶ γίνεσθαι ἔλαιον ἀκάνθινον, ᾧ χρῆσθαι βασιλέα: ὃς καὶ καταλέγων ἐν τῷ περὶ τῶν κατὰ τὴν Ἀσίαν φόρων τούτῳ βιβλίῳ πάντα τὰ τῷ βασιλεῖ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον οὔτε πεπέρεως μέμνηται οὔτε ὄξους, ‘ὃ μόνον ἄριστόν ἐστι τῶν ἡδυσμάτων.’ ἀλλὰ μὴν οὐδὲ Δίνων ἐν τῇ Περσικῇ πραγματείᾳ: ὃς γέ φησι καὶ ἅλας Ἀμμωνιακὸν ἀπ᾽ Αἰγύπτου ἀναπέμπεσθαι βασιλεῖ καὶ ὕδωρ ἐκ τοῦ Νείλου, ἐλαίου δὲ τοῦ ὠμοτριβοῦς καλουμένου μέμνηται [p. 292] Θεόφραστος ἐν τῷ περὶ ὀδμῶν, φάσκων αὐτὸ γίνεσθαι ἐκ τῶν φαυλιῶν ἐλαιῶν καὶ ἐξ ἀμυγδάλων, τοῦ δὲ ἐν Θουρίοις γινομένου ἐλαίου ὡς διαφόρου μνημονεύει Ἄμφις::
ἐλαίῳ Καρικῷ
ἀλείφεται.
75.
ἐν Θουρίοις τοὔλαιον, ἐν Γέλᾳ φακῆ..
Φερεκράτης:
γάρος. Κρατῖνος:
ὁ τάλαρος ὑμῶν διάπλεως ἔσται γάρου,
Σοφοκλῆς Τριπτολέμῳ:
ἀνεμολύνθη τὴν ὑπήνην τῷ γάρῳ.
Πλάτων
τοῦ ταριχηροῦ γάρου.
ὅτι δ᾽ ἀρσενικὸν ἐστι τοὔνομα Αἰσχύλος δηλοῖ εἰπών
ἐν σαπρῷ γάρῳ
βάπτοντες ἀποπνίξουσί με.
76. ὄξος. τοῦτο μόνον Ἀττικοὶ τῶν ἡδυσμάτων ἦδος καλοῦσι. κάλλιστον δ᾽ ὄξος εἶναί φησι Χρύσιππος ὁ φιλόσοφος τό τε Αἰγύπτιον καὶ τὸ Κνίδιον.Ἀριστοφάνης δὲ ἐν Πλούτῳ φησὶν
καὶ τὸν ἰχθύων γάρον.
Δίδυμος δ᾽ ἐξηγούμενος τὸ ἰαμβεῖόν φησιν ‘ἴσως διότι οἱ Σφήττιοι ὀξεῖς.’ μνημονεύει δέ που καὶ τοῦ ἐκ Κλεωνῶν ὄξους ὡς διαφόρου :
ὄξει διέμενος Σφηττίῳ.
καὶ Δίφιλος:
ἐν δὲ Κλεωναῖς ὀξίδες εἰσί.
Φιλωνίδης:
δειπνεῖ τε καταδύς, πῶς δοκεῖς, Λακωνικῶς, [p. 294]
ὄξους δὲ κοτύλην Β. πάξ. α. τί πάξ; β. ὀξὶς μέτρον
χωρεῖ τοσοῦτο τῶν Κλεωναίων.
Ὁ δὲ Ταραντῖνος ῾ Ἡρακλείδης ἐν τῷ Συμποσίῳ φησί: ‘τὸ ὄξος τινὰ τῶν ἐκτὸς συνιστάνει, παραπλησίως δὲ καὶ τὰ ἐν κοιλίᾳ, τὰ δ᾽ ἐν τῷ ὄγκῳ διαλύει, διὰ τὸ δηλονότι διαφόρους ἐν ἡμῖν μίγνυσθαι χυμούς.’ ἐθαυμάζετο δὲ καὶ τὸ Δεκελεικὸν ὄξος. Ἄλεξις
τὰ καταχύσματα
αὐτοῖσιν ὄξος οὐκ ἔχει.
λεκτέον δὲ ὀξύγαρον διὰ τοῦ ῡ καὶ τὸ δεχόμενον αὐτὸ ἀγγεῖον ὀξύβαφον: ἐπεὶ καὶ Λυσίας ἐν τῷ κατὰ Θεοπόμπου αἰκίας εἴρηκεν ‘ ἐγὼ δ᾽ ὀξύμελι πίνω.’ οὕτως οὖν ἐροῦμεν καὶ ὀξυρόδινον. 77.
κοτύλας τέτταρας
ἀναγκάσας μεστὰς ἔμ᾽ αὐτίτου σπάσαι
ὄξους Δεκελεικοῦ δι᾽ ἀγορᾶς μέσης ἄγεις.
καὶ παρ᾽ Αἰσχύλῳ :
ὅτι ἀρτύματα εὕρηται παρὰ Σοφοκλεῖ:
καὶ βορᾶς ἀρτύματα.
καὶ Θεόπομπος δέ φησι: ‘ πολλοὶ μὲν ἀρτυμάτων μέδιμνοι, πολλοὶ δὲ σάκκοι καὶ θύλακοι βιβλίων καὶ τῶν ἄλλων ἁπάντων τῶν χρησίμων πρὸς τὸν βίον.’ τὸ δὲ ῥῆμα κεῖται παρὰ Σοφοκλεῖ:
διαβρέχεις τἀρτύματα.
Κρατῖνος: [p. 296]
ἐγὼ μάγειρος ἀρτύσω σοφῶς.
Εὔπολις:
γλαῦκον οὐ πρὸς παντὸς ἀνδρός ἐστιν ἀρτῦσαι
καλῶς.
ὄψῳ πονηρῷ πολυτελῶς ἠρτυμένῳ.
ὅτι ἀρτύματα ταῦτα καταλέγει που Ἀντιφάνης:
κύμινον. ὅτι εἴρηται ἀρσενικῶς ὁ θύμος καὶ ὁ ὀρίγανος. Ἀναξανδρίδης :
ἀστάφιδος, ἁλῶν, σιραίου, σιλφίου, τυροῦ, θύμου,
σησάμου, νίτρου, κυμίνου, ῥοῦ, μέλιτος, ὀριγάνου,
βοτανίων, ὄξους, ἐλαῶν, εἰς ἀβυρτάκην χλόης,
καππάριδος, ᾠῶν, ταρίχους, καρδάμων, θρίων, ὀποῦ.
ὅτι οἴδασιν οἱ παλαιοὶ τὸ Αἰθιοπικὸν καλούμενον
Ἴων
ἀσφάραγον σχῖνόν τε τεμὼν καὶ ὀρίγανον, ὃς δὴ
σεμνύνει τὸ τάριχον ὁμοῦ μιχθεὶς κοριάννῳ.
θηλυκῶς δὲ Πλάτων ἢ Κάνθαρος:
αὐτὰρ ὃ γ᾽ ἐμμαπέως τὸν ὀρίγανον ἐν χερὶ κεύθει.
οὐδετέρως δ᾽ Ἐπίχαρμος καὶ Ἀμειψίας. τὸν δὲ θύμον ἀρσενικῶς Νίκανδρος ἐν Μελισσουργικοῖς. 78. ὅτι τοὺς πέπονας Κρατῖνος μὲν σικύους σπερματίας κέκληκεν ἐν Ὀδυσσεῦσιν:
ἢ 'ξ Ἀρκαδίας οὕτω δριμυτάτην ὀρίγανον.
Πλάτων Λαίῳ:
ποῦ ποτ᾽ εἶδές μοι τὸν ἄνδρα, παῖδα Λαέρτα
φίλον; [p. 298]
β. ἐν Πάρῳ σικυὸν μέγιστον σπερματίαν ὠνούμενον.
Ἀναξίλας:
οὐχ ὁρᾷς ὅτι
ὁ μὲν Λέαγρος, Γλαύκωνας ὢν μεγάλου γένους,
ἀβελτεροκόκκυξ ἠλίθιος περιέρχεται
σικυοῦ πέπονος εὐνουχίου κνήμας ἔχων;
Θεόπομπος:
τὰ δὲ σφύρ᾽ ᾤδει μᾶλλον ἢ σικυὸς πέπων.
Φαινίας: ‘ βρωτὰ μὲν ἁπαλὰ τῷ περικαρπίῳ σικυὸς καὶ πέπων ἄνευ τοῦ σπέρματος, πεττόμενον δὲ τὸ περικάρπιον μόνον, κολοκύντη δὲ ὠμὴ μὲν ἄβρωτος, ἑφθὴ δὲ καὶ ὀπτὴ βρωτή.’ Διοκλῆς δ᾽ ὁ Καρύστιος ἐν πρώτῳ Ὑγιεινῶν φησιν ἑψανὰ ἄγρια εἶναι θρίδακα ταύτης κρατίστην τὴν μέλαιναν, κάρδαμον, κορίαννον, σίναπυ, κρόμμυον τούτου εἶδος ἀσκαλώνιον καὶ γήτειον, σκόροδον, φύσιγγες, σικυός, πέπων, μήκων, καὶ μετ᾽ ὀλίγα: ‘ὁ πέπων δ᾽ ἐστὶν εὐκαρδιώτερος καὶ εὐπεπτότερος. ἑφθὸς δ᾽ ὁ σικυὸς ἁπαλὸς, ἄλυπος, οὐρητικός. ὁ δὲ πέπων ἑψηθεὶς ἐν μελικράτῳ διαχωρητικώτερος.’ Σπεύσιππος δ᾽ ἐν τοῖς Ὁμοίοις τὸν πέπονα καλεῖ σικύαν Διοκλῆς δὲ πέπονα ὀνομάσας οὐκ ἔτι καλεῖ σικύαν καὶ ὁ Σπεύσιππος δὲ σικύαν εἰπὼν πέπονα οὐκ ὀνομάζει. Δίφιλος δέ φησιν ‘ὁ πέπων εὐχυλότερός ἐστι καὶ ἐπικρατητικὸς ... κακοχυλότερος δέ, ὀλιγότροφος δὲ καὶ εὔφθαρτος καὶ εὐεκκριτώτερος.’ 79. [p. 300] θρίδαξ. ταύτην Ἀττικοὶ θριδακίνην καλοῦσιν. Ἐπίχαρμος:
μαλθακωτέρα
πέπονος σικυοῦ μοι γέγονε.
θριδακινίδας δ᾽ εἴρηκε Στράττις:
θρίδακος ἀπολελεμμένας τὸν καυλόν,
Θεόφραστος δέ φησι: ‘ τῆς θριδακίνης ἡ λευκὴ γλυκυτέρα καὶ ἁπαλωτέρα. γένη δ᾽ αὐτῆς τρία, τὸ πλατύκαυλον καὶ στρογγυλόκαυλον καὶ τρίτον τὸ Λακωνικόν. αὕτη δ᾽ ἔχει τὸ μὲν φύλλον σκολυμῶδες, ὀρθὴ δὲ καὶ εὐαυξὴς καὶ ἀπαράβλαστός ἐστιν ἐκ τοῦ καυλοῦ, τῶν δὲ πλατειῶν οὕτω τινὲς γίνονται πλατύκαυλοι ὥστ᾽ ἐνίους καὶ θύραις χρῆσθαι κηπουρικαῖς.’ τῶν δὲ καυλῶν φησι κολουσθέντων ἡδίους τοὺς παλιμβλαστεῖς εἶναι. 80. Νίκανδρος δ᾽ ὁ Κολοφώνιος ἐν β᾽ Γλωσσῶν βρένθιν λέγεσθαί φησι παρὰ Κυπρίοις θρίδακα, οὗ ὁ Ἄδωνις καταφυγὼν ὑπὸ τοῦ κάπρου διεφθάρη. Ἄμφις τε ἐν Ἰαλέμῳ φησὶν
πρασοκουρίδες, αἳ καταφύλλους
ἀνὰ κήπους πεντήκοντα ποδῶν
ἴχνεσι βαίνετ᾽, ἐφαπτόμεναι
ποδοῖν σατυριδίων
μακροκέρκων, χοροὺς
ἑλίσσουσαι παρ᾽ ὠκίμων
πέταλα καὶ θριδακινίδων
εὐόσμων τε σελίνων.
καὶ Καλλίμαχος δέ φησιν ὅτι ἡ Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ᾽ ἐν Ἀστύτοις φησί:
ἐν ταῖς θριδακίναις ταῖς κάκιστ᾽ ἀπολουμέναις,
ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ᾽ ἐτῶν,
ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
στρέφοιθ᾽ ὅλην τὴν νύκτ᾽ ἂν οὐδὲ ἓν πλέον
ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην, [p. 302]
Κρατῖνος δέ φησι Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐν ‘ καλαῖς θριδακίναις’ αὐτὸν ἀποκρύψαι, Μαρσύας δ᾽ ὁ νεώτερος ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ τετρακίνην τὴν θρίδακα καλεῖν : Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. Λύκος δ᾽ ὁ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα: διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια: ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι. : 81. Δίφιλος δέ φησιν ὡς ὁ τῆς θρίδακος καυλὸς πολύτροφὸς ἐστι καὶ δυσέκκριτος μᾶλλον τῶν φύλλων ταῦτα δὲ πνευματικώτερὰ ἐστι καὶ τροφιμώτερα καὶ εὐεκκριτώτερα. κοινῶς μέντοι ἡ θρίδαξ εὐστόμαχος, ψυκτική, εὐκοίλιος, ὑπνωτική, εὔχυλος, ἐφεκτικὴ τῆς πρὸς τὰ ἀφροδίσια ὁρμῆς, ἡ δὲ τρυφερωτέρα θρίδαξ εὐστομαχωτέρα καὶ μᾶλλον ὕπνον ποιοῦσα, ἡ δὲ σκληροτέρα καὶ ψαθυρὰ ἧττόν ἐστι καὶ εὐστόμαχος καὶ εὐκοίλιος, [p. 304] ὕπνον τε ποιεῖ, ἡ δὲ μέλαινα θρίδαξ ψύχει μᾶλλον εὐκοίλιός τέ ἐστι, , καὶ αἱ μὲν θερινοὶ εὐχυλότεραι καὶ τροφιμώτεραι, αἱ δὲ φθινοπωρινοὶ ἄτροφοι καὶ ἀχυλότεραι. ὁ δὲ καυλὸς τῆς θρίδακος ἄδιψος εἶναι δοκεῖ. θρίδαξ δ᾽ ἑψομένη ὁμοίως τῷ ἀπὸ κράμβης ἀσπαράγῳ ἐν λοπάδι, ὡς Γλαυκίας ἱστορεῖ, κρείττων τῶν ἄλλων ἑψητῶν λαχάνων. ἐν ἄλλοις δὲ Θεόφραστος ἐπίσπορά φησι καλεῖσθαι τευτλίον, θριδακίνην, εὔζωμον, νᾶπυ, λάπαθον, κορίαννον, ἄνηθον, κάρδαμον. Δίφιλος δὲ κοινῶς φησιν εἶναι πάντα τὰ λάχανα ἄτροφα καὶ λεπτυντικὰ καὶ κακόχυλα ἔτι τε ἐπιπολαστικὰ καὶ δυσοικονόμητα. θερινῶν δὲ λαχάνων Ἐπίχαρμος μέμνηται. 82. κινάρα. ταύτην Σοφοκλῆς ἐν Κολχίσι κυνάραν καλεῖ, ἐν δὲ Φοίνικι :
μὴ παρατίθει σύ μοι θριδακίνας, ὦ γύναι,
ἐπὶ τὴν τράπεζαν, ἢ σεαυτὴν αἰτιῶ.
ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ
τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις:
ὥστ᾽ ἐστὶ νεκύων βρῶμα,
Ἑκαταῖος δ᾽ ὁ Μιλήσιος ἐν Ἀσίας περιηγήσει, εἰ γνήσιον τοῦ συγγραφέως τὸ βιβλίον Καλλίμαχος γὰρ Νησιώτου αὐτὸ ἀναγράφει: ὅστις οὖν ἐστιν ὁ ποιήσας, λέγει οὕτως: ‘ περὶ τὴν Ὑρκανίην θάλασσαν καλεομένην οὔρεα ὑψηλὰ καὶ δασέα ὕλῃσιν, ἐπὶ δὲ τοῖσιν οὔρεσιν ἄκανθα κυνάρα.’ καὶ ἑξῆς: ‘ Πάρθων πρὸς ἥλιον ἀνίσχοντα Χοράσμιοι οἰκοῦσι γῆν, ἔχοντες καὶ πεδία καὶ οὔρεα: ἐν δὲ τοῖσιν οὔρεσι δένδρεα ἔνι ἄγρια, ἄκανθα κυνάρα, ἰτέα, μυρίκη.’ καὶ περὶ τὸν Ἰνδὸν δέ φησι ποταμὸν γίνεσθαι τὴν κυνάραν. καὶ Σκύλαξ δὲ ἢ Πολέμων γράφει: ‘ εἶναι δὲ τὴν γῆν ὑδρηλὴν [p. 306] κρήνῃσι καὶ ὀχετοῖσιν, ἐν δὲ τοῖς οὔρεσι πέφυκε κυνάρα καὶ βοτάνη ἄλλη.’ καὶ ἐν τοῖς ἑξῆς: ‘ἐντεῦθεν δὲ ὄρος παρέτεινε τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ καὶ ἔνθεν καὶ ἔνθεν ὑψηλόν τε καὶ δασὺ ἀγρίῃ ὕλῃ καὶ ἀκάνθῃ κυνάρᾳ.’ Δίδυμος δ᾽ ὁ γραμματικὸς ἐξηγούμενος παρὰ τῷ Σοφοκλεῖ τὸ κύναρος ἄκανθα ‘ μήποτε, φησί, τὴν κυνόσβατον λέγει διὰ τὸ ἀκανθῶδες καὶ τραχὺ εἶναι τὸ φυτόν. καὶ γάρ ἡ Πυθία ξυλίνην κύνα αὐτὸ εἶπεν, καὶ ὁ Λοκρὸς χρησμὸν λαβὼν ἐκεῖ πόλιν οἰκίζειν ὅπου ἂν ὑπὸ ξυλίνης κυνὸς δηχθῇ, καταμυχθεὶς τὴν κνήμην ὑπὸ κυνοσβάτου ἔκτισε τὴν πόλιν,’ ‘ ἐστὶ δὲ ὁ κυνόσβατος μεταξὺ θάμνου καὶ δένδρου,’ ὥς φησι Θεόφραστος, ‘ καὶ τὸν καρπὸν ἔχει ἐρυθρόν, παραπλήσιον τῇ ῥοιᾷ, ἔχει δὲ καὶ τὸ φύλλον ἀγνῶδες,’ 83. Φαινίας δ᾽ ἐν ε᾽ περὶ φυτῶν κάκτον Σικελικήν τινα καλεῖ, ἀκανθῶδες φυτόν, ὡς καὶ Θεόφραστος ἐν ἕκτῳ περὶ φυτῶν ‘ἡ δὲ κάκτος καλουμένη περὶ Σικελίαν μόνον, ἐν τῇ Ἑλλάδι δ᾽ οὐκ ἔστι. ἀφίησι δ᾽ εὐθὺς ἀπὸ τῆς ῥίζης καυλοὺς ἐπιγείους: τὸ δὲ φύλλον ἔχει πλατὺ καὶ ἀκανθῶδες: καυλοὺς δὲ τοὺς καλουμένους κάκτους, ἐδώδιμοι δ᾽ εἰσὶ περιλεπόμενοι καὶ μικρὸν ὑπόπικροι, καὶ ἀποθησαυρίζουσιν αὐτοὺς ἐν ἅλμῃ. ἕτερον δὲ καυλὸν ὀρθὸν ἀφίησιν, ὃν καλοῦσι πτέρνικα, καὶ τοῦτον ἐδώδιμον. τὸ δὲ περικάρπιον ἀφαιρεθέντων τῶν παππωδῶν ἐμφερὲς τῷ τοῦ φοίνικος ἐγκεφάλῳ, [p. 308] ἐδώδιμον καὶ τοῦτο: καλοῦσι δ᾽ αὐτὸ ἀσκάληρον.’ τίς δὲ τούτοις οὐχὶ πειθόμενος θαρρῶν ἂν εἴποι τὴν κάκτον εἶναι ταύτην τὴν ὑπὸ Ῥωμαίων μὲν καλουμένην κάρδον, οὐ μακράν, ὄντων τῆς Σικελίας, περιφανῶς δ᾽ ὑπὸ τῶν Ἑλλήνων κινάραν ὀνομαζομένην; ἀλλαγῇ] γὰρ δύο γραμμάτων κάρδος καὶ κάκτος ταὐτὸν ἂν εἴη. σαφῶς δ᾽ ἡμᾶς διδάσκει καὶ Ἐπίχαρμος μετὰ τῶν ἐδωδίμων λαχάνων καὶ τὴν κάκτον καταλέγων οὕτως ... μήκων ...
κύναρος ἄκανθα πάντα πληθύει γύην.
εἶτα προιών
μάραθα τραχέες τε κάκτοι τοῖς ἄλλοις μὲν φαγεῖν
ἐντὶ λαχάνοις ...
καὶ πάλιν
αἲ κά τις ἐκτρίψας καλῶς
παρατιθῇ νιν, ἁδὺς ἐστ᾽ αὐτὸς δ᾽ ἐφ᾽ αὑτοῦ χαιρέτω,
καὶ πάλιν
θρίδακας, ἐλάταν, σχῖνον, .., ῥαφανίδας, κάκτους ...
καὶ Φιλίτας ὁ Κῷος:
ὁ δέ τις ἀγρόθεν ἔοικε μάραθα καὶ κάκτους φέρειν,
ἴφυον, λάπαθον, ὀτόστυλλον, σκόλιον, σερίδ᾽, ἀτράκτυλον,
πτέριν, κάκτον, ὀνόπορδον.
84. ἀλλὰ μὴν καὶ κινάραν ὠνόμασε παραπλησίως ἡμῖν Σώπατρος ὁ Πάφιος γεγονὼς τοῖς χρόνοις κατ᾽ Ἀλέξανδρον τὸν Φιλίππου, ἐπιβιοὺς δὲ καὶ [p. 310] ἕως τοῦ δευτέρου τῆς Αἰγύπτου βασιλέως, ὡς αὐτὸς ἐμφανίζει ἔν τινι τῶν συγγραμμάτων αὑτοῦ. Πτολεμαῖος δ᾽ ὁ Εὐεργέτης βασιλεὺς Αἰγύπτου, εἷς ὢν τῶν Ἀριστάρχου τοῦ γραμματικοῦ μαθητῶν, ἐν δευτέρῳ ὑπομνημάτων γράφει οὕτως: ‘ περὶ Βερενίκην τῆς Λιβύης Λήθων ποτάμιον, ἐν ᾧ γίνεται ἰχθὺς λάβραξ καὶ χρύσοφρυς καὶ ἐγχέλεων πλῆθος καὶ τῶν καλουμένων βασιλικῶν, αἳ τῶν τε ἐκ Μακεδονίας καὶ τῆς Κωπαίδος λίμνης τὸ μέγεθός εἰσιν ἡμιόλιαι, πᾶν τε τὸ ῥεῖθρον αὐτοῦ ἰχθύων ποικίλων ἐστὶ πλῆρες. πολλῆς δ᾽ ἐν τοῖς τόποις κινάρας φυομένης οἵ τε συνακολουθοῦντες ἡμῖν στρατιῶται πάντες δρεπόμενοι σίτῳ ἐχρῶντο καὶ ἡμῖν προσέφερον, ψιλοῦντες τῶν ἀκανθῶν.’ οἶδα δὲ καὶ Κίναρον καλουμένην νῆσον, ἧς μνημονεύει Σῆμος. 85. ἐγκέφαλος φοίνικος φοίνικος. Θεόφραστος περὶ φοίνικος τοῦ φυτοῦ εἰπὼν ἐπιφέρει: ‘ἡ μὲν οὖν ἀπὸ τῶν καρπῶν φυτεία τοιαύτη τις: ἡ δ᾽ ἀπ᾽ αὐτοῦ, ὅταν ἀφέλωσι τὸ ἄνω ἐν ᾧπερ ὁ ἐγκέφαλος.’ καὶ Ξενοφῶν ἐν δευτέρῳ Ἀναβάσεως γράφει τάδε: ‘ἐνταῦθα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται: καὶ οἱ πολλοὶ ἐθαύμαζον τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς: ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαλγές. ὁ δὲ φοῖνιξ, ὅταν ἐξαιρεθῇ ὁ ἐγκέφαλος, ὅλος ἐξαυαίνεται.’ Νίκανδρος Γεωργικοῖς:
γηρύσαιτο δὲ νεβρὸς ἀπὸ ψυχὴν ὀλέσασα,
ὀξείης κάκτου τύμμα φυλαξαμένη.
Δίφιλος δ᾽ ὁ Σίφνιος ἱστορεῖ: ‘οἱ τῶν φοινίκων [p. 312] ἐγκέφαλοι πλήσμιοι καὶ πολύτροφοι, ἔτι δὲ βαρεῖς καὶ δυσοικονόμητοι διψώδεις τε καὶ στατικοὶ κοιλίας.’ ‘ ἡμεῖς δέ, φησὶν οὗτος, ἑταῖρε Τιμόκρατες, δόξομεν ἐγκέφαλον ἔχειν μέχρι τοῦ τέλους, εἰ καταπαύσομεν ἐνταῦθα καὶ τήνδε τὴν συναγωγήν.’ 86.
σὺν καὶ φοίνικος παραφυάδας ἐκκόπτοντες
ἐγκέφαλον φορέουσι νέοις ἀσπαστὸν ἔδεσμα.
φησὶ Μένανδρος, πάλιν
— 'ἔργον ἐστὶν εἰς τρίκλινον συγγενείας εἰσπεσεῖν
οὗ λαβὼν τὴν κύλικα πρῶτος ἄρχεται λόγου πατήρ,
καὶ παραινέσας πέπαικεν, εἶτα μήτηρ δευτέρα,
εἶτα τηθὶς παραλαλεῖ τις, εἶτα βαρύφωνος γέρων,
τηθίδος πατήρ, ἔπειτα γραῦς καλοῦσα φίλτατον
ὁ δ᾽ ἐπινεύει πᾶσι τούτοις,
Ἀντιφάνης:
τῆς σκιᾶς τὴν πορφύραν
πρῶτον ἐνυφαίνουσ᾽, εἶτα μετὰ τὴν πορφύραν
τοῦτ᾽ ἐστίν, οὔτε λευκὸν οὔτε πορφύρα,
ἀλλ᾽ ὥσπερ αὐγὴ τῆς κρόκης κεκραμένη.
ὁ αὐτός:
τί φής; ἐνθάδ᾽ οἴσεις τι καταφαγεῖν
ἐπὶ τὴν θύραν; εἶθ᾽ ὥσπερ οἱ πτωχοὶ χαμαὶ
ἐνθάδ᾽ ἔδομαι ... καί τις ὄψεται.
εὐτρέπιζε δὴ
ψυκτῆρα, λεκάνην, τριπόδιον, ποτήριον,
χύτραν, θυίαν, κάκκαβον, ζωμήρυσιν.