καὶ τὸν θάνατον δ᾽ ἀποσημαίνων τοῦ βασιλέως φησίν
οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων.
δεικνύων καὶ τὸν θάνατον αὐτοῦ παρ᾽ αὐταῖς ταῖς ἐπιθυμίαις τῆς μέθης γενόμενον. φιλήδονος ἦν καὶ Σπεύσιππος ὁ Πλάτωνος συγγενὴς καὶ διάδοχος τῆς σχολῆς, Διονύσιος γοῦν ὁ τῆς Σικελίας τύραννος ἐν τῇ πρὸς αὐταῦ Ἐπιστολῇ κατὰ τῆς φιληδονίας αὐτοῦ εἰπὼν καὶ φιλαργυρίαν αὐτῷ ὀνειδίζει καὶ τὸν Λασθενείας τῆς Ἀρκαδικῆς ἔρωτα, ἥτις καὶ Πλάτωνος ἠκηκόει.
ὡς ἀμφὶ κρητῆρα τραπέζας τε πληθούσας
κείμεθα,