τοιαύτη τις ἦν ἡ φιλοχρηματία παρὰ τοῖς τότε περὶ ἧς Ἀνάχαρσις πυνθανομένου τινὸς πρὸς τί οἱ Ἕλληνες χρῶνται τῷ ἀργυρίῳ εἶπεν ' πρὸς τὸ ἀριθμεῖν.' Διογένης δ᾽ ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ νόμισμα εἶναι νομοθετεῖ ἀστραγάλους, καλῶς γὰρ καὶ ταῦτα ὁ Εὐριπίδης εἴρηκε:
ὦ χρυσέ, δεξίωμα κάλλιστον βροτοῖς,
ὡς οὔτε μήτηρ ἡδονὰς τοιάσδ᾽ ἔχει,
οὐ παῖδες ἐν δόμοισιν,2 οὐ φίλος πατήρ,
οἵας σὺ χοἰ σὲ δώμασιν κεκτημένοι,
εἰ δ᾽ ἡ Κύπρις τοιοῦτον ὀφθαλμοῖς ὁρᾷ,
οὐ θαῦμ᾽ Ἔρωτας μυρίους αὐτὴν ἔχειν.
Χρύσιππος δ᾽ ἐν τῇ Εἰσαγωγῇ τῇ εἰς τὴν περὶ ἀγαθῶν καὶ κακῶν πραγματείαν νεανίσκον φησί τινα ἐκ τῆς Ἰωνίας σφόδρα πλούσιον ἐπιδημῆσαι ταῖς Ἀθήναις πορφυρίδα ἠμφιεσμένον ἔχουσαν χρυσᾶ κράσπεδα, πυνθανομένου δέ τινος αὐτοῦ [p. 226] ποδαπός ἐστιν ἀποκρίνασθαι ὅτι πλούσιος. μήποτε τοῦ αὐτοῦ μνημονεύει καὶ Ἄλεξις ἐν Θηβαίοις λέγων ὧδε:
μὴ πλοῦτον εἴπῃς: οὐχὶ θαυμάζω θεὸν
ὃν χὡ κάκιστος ῥᾳδίως ἐκτήσατο.
”
ἐστὶν δὲ ποδαπὸς τὸ γένος οὗτος; β. πλούσιος:
τούτους δὲ πάντες φασὶν εὐγενεστάτους,
πένητα δ᾽ εὐπάτριδ᾽ οὐδὲ εἷς ὁρᾷ.