Ἄλεξις δὲ ἐν Στρατιώτῃ: [p. 8]
ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸς
ἀπέλαβεν ὥσπερ ἔλαβεν. β. ἠγάπησεν ἂν
τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.
καὶ ἐν Ἀδελφοῖς:
ἀπόλαβε
τουτί. β. τί τοῦτο δ᾽ ἐστὶν; α. ὃ παρ᾽ ὑμῶν ἐγὼ
παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν.
β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; α. οὐκ ἔστι γὰρ
ἡμέτερον. β. οὐδ᾽ ἡμέτερον. α. ἀλλ᾽ ἐδώκατε
ὑμεῖς ἐμοὶ τοῦτ᾽. α. οὐδ᾽ ἐδώκαμεν. β. τί δαί;
β. ἀπεδώκαμεν. Β. τὸ μὴ προσῆκόν μοι λαβεῖν;
Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ:
ἐγὼ δέδωκα γάρ τι ταύταις; εἰπέ μοι.
β. οὐκ, ἀλλ᾽ ἀπέδωκας ἐνέχυρον δήπου λαβών.
Τιμοκλῆς δ᾽ ἐν Ἥρωσιν:
καὶ τὰς παλαιὰς δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γε
δῷς, ἀλλ᾽ ἀπόδος. α. καὶ δὴ φέρουσ᾽ ἐξέρχομαι.
κατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν. [p. 10]
οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢ
τὰ προσόντα φράζειν. β. πάνυ γε. α. δράσω τοῦτό σοι.
καὶ πρῶτα μὲν δὴ παύσεται σοι Βριάρεως
ὀργιζόμενος. β. ὁ ποῖος οὗτος Βριάρεως;
α. ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,
μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε
ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ᾽ Ἄρη βλέπων.