ἄλλος δέ τις ὡς Ἑρμῆς χλαμύδα ἔχων καὶ κηρύκειον, πρὸς δὲ τούτοισι πτερά, ὡς ὁ Ζελείτης Νικαγόρας ὁ καὶ τῆς πατρίδος τυραννήσας, ὡς ἱστορεῖ Βάτων ἐν τοῖς περὶ τῶν ἐν Ἐφέσῳ τυράννων. Ἡγήσανδρος δέ φησιν ὅτι καὶ Ἀστυκρέοντα θεραπευθέντα ὑπ᾽ αὐτοῦ Ἀπόλλωνα ἐκάλεσε. καὶ ἄλλος δ᾽ αὐτῷ τῶν περισωθέντων Ἀσκληπιοῦ στολὴν ἀναλαβὼν συμπεριεφέρετο. αὐτὸς δ᾽ ὁ Ζεὺς πορφύραν ἠμφιεσμένος καὶ στέφανον χρυσοῦν ἐπὶ τῆς κεφαλῆς ἔχων καὶ σκῆπτρον κρατῶν κρηπῖδάς τε ὑποδεδεμένος περιῄει μετὰ τοῦ θείου χοροῦ, καὶ ἐπιστέλλων Φιλίππῳ τῷ βασιλεῖ οὕτως ἔγραψεν ‘’
οὐ Μενεκράτης μὲν ἔφασκεν εἶναι Ζεὺς θεός,
Νικόστρατος δ᾽ Ἁργεῖος ἕτερος Ἡρακλῆς;
”