previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

53. τούτων δ᾽ ὑμεῖς, φιλόσοφοι, οὐδὲν ἀσκεῖτε, ἀλλὰ καὶ τὸ πάντων χαλεπώτατον λαλεῖτε περὶ ὧν οὐκ οἴδατε καὶ ὡς κοσμίως ἐσθίοντες ποιεῖτε τὴν ἔνθεσιν κατὰ τὸν ἥδιστον Ἀντιφάνη: οὗτος γὰρ ἐν Δραπεταγωγῷ λέγει:

κοσμίως ποιῶν τὴν ἔνθεσιν
μικρὰν μὲν ἐκ τοῦ πρόσθε, μεστὴν δ᾽ ἔνδοθεν
τὴν χεῖρα, καθάπερ αἱ γυναῖκεςκατέφαγε πάμπολλα καὶ παχύτατα,3
ἐξὸν κατὰ τὸν αὐτὸν τοῦτον ποιητὴν ἐν Βομβυλιῷ λέγοντα δραχμῆς ὠνήσασθαι

τὰς προσφόρους ὑμῖν τροφάς,
σκορόδια, τυρόν, κρόμμυα, κάππαριν ...
ἅπαντα ταῦτ᾽ ἐστὶν δραχμῆς.
Ἀριστοφῶν δ᾽ ἐν Πυθαγοριστῇ:

πρὸς τῶν θεῶν, οἰόμεθα τοὺς πάλαι ποτὲ
τοὺς Πυθαγοριστὰς γινομένους ὄντως ῥυπᾶν
ἑκόντας φορεῖν τρίβωνας ἡδέως;
οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ: [p. 236]
ἀλλ᾽ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν,
τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν
ὅρους ἔπηξαν τοῖς πένησι χρησίμους.
ἐπεὶ παράθες αὐτοῖσιν ἰχθῦς κρέας,
κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους,
ἐθέλω κρέμασθαι δεκάκις.
οὐκ ἄκαιρον δ᾽ ἐστὶν μνημονεῦσαι καὶ τοῦ εἰς ὑμᾶς ποιηθέντος ἐπιγράμματος, ὅπερ παρέθετο Δελφὸς Ἡγήσανδρος ἐν ἕκτῳ ὑπομνημάτων

ὀφρυανασπασίδαι, ῥινεγκαταπηξιγένειοι,
σακκογενειοτρόφοι καὶ λοπαδαρπαγίδαι,
εἱματανωπερίβαλλοι, ἀνηλιποκαιβλεπέλαιοι,2
νυκτιλαθραιοφάγοι, νυκταπαταμπλάκιοι,3
μειρακιεξαπάται καὶ συλλαβοπευσιλαληταί,
δοξοματαιόσοφοι, ζηταρετησιάδαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: