αἱ δὲ παροιμίαι ἡ μέν φησιν
ἔστα δ᾽ ἐπὶ λάινον οὐδόν, τοὶ δὲ θοίνας ἔντυον,
ὧδὲ τ᾽ ἔφα:
αὐτόματοι δ᾽ ἀγαθῶν δαῖτας εὐόχθους ἐπέρχονται
δίκαιοι
φῶτες.
ἡ δέ:
αὐτόματοι δ᾽ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἴασιν,
οὐ δεόντως γοῦν Πλάτων τὸν Μενέλεων ἐνόμισεν εἶναι δειλόν, ὃν ἀρηίφιλον Ὅμηρος λέγει καὶ μόνον ὑπὲρ Πατρόκλου ἀριστεύσαντα καὶ τῷ Ἕκτορι πρὸ πάντων πρόθυμον μονομαχεῖν, καίπερ ὄντα τῇ ῥώμῃ καταδεέστερον, ἐφ᾽ οὗ μόνου τῶν στρατευσαμένων εἴρηκεν
αὐτόματοι ἀγαθοὶ δειλῶν ἐπὶ δαῖτας ἴασιν.
εἰ δὲ ὁ ἐχθρὸς ὁ βλασφημῶν: αὐτὸν εἴρηκε μαλθακὸν αἰχμητὴν καὶ διὰ τοῦτο Πλάτων τῷ ὄντι μαλθακὸν αὐτὸν ὑπολαμβάνει, οὐκ ἂν φθάνοι καὶ τὸν : Ἀγαμέμνονα τιθεὶς ἐν τοῖς φαύλοις, ὃν αὐτός φησιν εἶναι ἀγαθόν, εἴπερ εἰς αὐτὸν εἴρηται τοῦτο τὸ ἔπος
ἐν δ᾽ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς.
οὐ γὰρ εἴ τι λέγεται παρ᾽ Ὁμήρῳ, τοῦθ᾽ Ὅμηρος λέγει, πῶς γὰρ ἂν εἴη μαλθακὸς Μενέλαος ὁ τὸν Ἕκτορα μόνος ἀπείρξας τοῦ Πατρόκλου καὶ Εὔφορβον ἀποκτείνας τε καὶ σκυλεύσας ἐν μέσοις [p. 334] τοῖς Τρωσί; τὸ δὲ μηδὲ τὸν στίχον ὃν ᾐτιᾶτο τελείως κατανοῆσαι ἄτοπον, δι᾽ οὗ βοὴν ἀγαθὸς Μενέλαος λέγεται, τοῖς γὰρ ἀνδρειοτάτοις Ὅμηρος εἴωθεν ἐπιφωνεῖν, καλούντων τῶν παλαιῶν τὸν πόλεμον βοήν.
οἰνοβαρές, κυνὸς ὄμματ᾽ ἔχων, κραδίην δ᾽ ἐλάφοιο.