μνημονεύει αὐτῶν καὶ Ὑπερείδης ὁ ῥήτωρ. Εὐθύνου δὲ τοῦ ταριχοπώλου μέμνηται Ἀντιφάνης ἐν Κουρίδι οὕτως :
τοὺς Χαιρεφίλου δ᾽ υἱεῖς Ἀθηναίους, ὅτι
εἰσήγαγεν τάριχος, οὓς καὶ Τιμοκλῆς
ἰδὼν ἐπὶ τῶν ἵππων δύο σκόμβρους ἔφη
ἐν τοῖς Σατύροις εἶναι.
Φειδίππου δὲ καὶ γὰρ οὗτος ταριχοπώλης Ἄλεξις ἐν Ἱππίσκῳ κἀν Σωράκοις:
ἐλθών τε πρὸς τὸν τεμαχοπώλην, περίμενε,1
παρ᾽: οὗ φέρειν εἴωθα κἂν οὕτω τύχῃ ...
εὔθυνος ... ἀπολογίζων αὐτόθι
χρηστόν τι, περίμεινον κέλευσον μοι τεμεῖν.
”
Φείδιππος ἕτερός τις ταριχηγὸς ξένος.