ὀξύβαφον. ἡ μὲν κοινὴ συνήθεια οὕτως καλεῖ τὸ ὄξους δεκτικὸν σκεῦος : ἐστὶ δὲ καὶ ὄνομα ποτηρίου, οὗ μνημονεύει Κρατῖνος μὲν ἐν Πυτίνῃ οὕτως:
ὅτι δέ ἐστι τὸ ὀξύβαφον εἶδος κύλικος μικρᾶς κεραμέας σαφῶς παρίστησιν Ἀντιφάνης ἐν Μύστιδι διὰ τούτων γραῦς ἐστι φίλοινος ἐπαινοῦσα κύλικα μεγάλην καὶ ἐξευτελίζουσα τὸ ὀξύβαφον ὡς βραχύ. [p. 202] εἰπόντος οὖν τινος πρὸς αὐτήν, ‘σὺ δ᾽ ἀλλὰ πῖθι,’ λέγει:
πῶς τις αὐτόν, πῶς τις ἂν
ἀπὸ τοῦ πότου παύσειε, τοῦ λίαν πότου;
ἐγᾦδα. συντρίψω γὰρ αὐτοῦ τοὺς χόας
καὶ τοὺς καδίσκους συγκεραυνώσω σποδῶν
καὶ τἄλλα πάντ᾽ ἀγγεῖα τὰ περὶ τὸν πότον,
κοὐδ᾽ ὀξύβαφον οἰνηρὸν ἔτι κεκτήσεται.
κἀν τοῖς Βαβυλωνίοις οὖν τοῖς Ἀριστοφάνους ἀκουσόμεθα ποτήριον τὸ ὀξύβαφον, ὅταν ὁ Διόνυσος λέγῃ περὶ τῶν Ἀθήνησι δημαγωγῶν ὡς αὐτὸν ᾔτουν ἐπὶ τὴν δίκην ἀπελθόντα ὀξυβάφω δύο. οὐ γὰρ ἄλλο τι ἡγητέον εἶναι ἢ ὅτι ἐκπώματα ᾔτουν. καὶ τὸ τοῖς ἀποκοτταβίζουσι δὲ ὀξύβαφον τιθέμενον εἰς ὃ τὰς λάταγας ἐγχέουσιν οὐκ ἄλλο τι ἂν εἴη ἢ ἐκπέταλον ποτήριον. μνημονεύει δὲ τοῦ ὀξυβάφου ὡς ποτηρίου καὶ Εὔβουλος ἐν Μυλωθρίδι:
τοῦτο μέν σοι πείσομαι.
καὶ γὰρ ἐπαγωγόν, ὦ θεοί, τὸ σχῆμά πως
τῆς κύλικός ἐστιν ἄξιόν τε τοῦ κλέους
τοῦ τῆς ἑορτῆς, οὗ μὲν ἦμεν ἄρτι γὰρ
ἐξ ὀξυβαφίων κεραμέων ἐπίνομεν
τούτῳ δέ, τέκνον, πολλὰ κἀγάθ᾽ οἱ θεοὶ
τῷ δημιουργῷ δοῖεν ὃς ἐποίησέ σε,4
τῆς συμμετρίας καὶ τῆς ἀφελείας οὕνεκα.
καὶ πιεῖν χωρὶς μέτρω
ὀξύβαφον εἰς τὸ κοινὸν εἶθ᾽ ὑπώμνυτο [p. 204]
ὁ μὲν οἶνος ὄξος αὑτὸν εἶναι γνήσιον,
τὸ δ᾽ ὄξος οἶνον αὑτὸ μᾶλλον θατέρου.
”