This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
1. Επιτελουμένου δὲ ἥδη τοῦ δείπνου τῶν Φαγη σίων ἑορτὴν συντελεῖσθαι νομίσαντες οἱ κυνικοὶ πάντων μᾶλλον ηὐφραίνοντο. καὶ ὁ Κύνουλκος ἔφη: ‘ἕως ἡμεῖς δειπνοῦμεν, ὦ Οὐλπιανὲ λόγοις γὰρ ἑστιᾷ, προβάλλω σοι παρὰ τίνι εἴρηται Φαγήσια ἑορτὴ καὶ Φαγησιπόσια.’ καὶ ὃς ἀπορηθεὶς ἐπισχεῖν τε κελεύσας τοὺς παῖδας τὴν περιφορὰν καίτοι ἤδη οὔσης ἑσπέρας: ‘οὐ συμπεριφέρομαι, ὦ σοφώτατε ὥστε λέγειν σοὶ καιρός, ἵνα μᾶλλον καὶ δειπνήσῃς ἥδιον.’ καὶ ὃς ‘εἰ χάριν ὁμολογήσεις μαθών, λέξω.’ ὁμολογήσαντος δ᾽ ἔφη: ‘Κλέαρχος Ἀριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων: κρατῶ γάρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλῆ οὑτωσί πως εἴρηκε: ‘ φαγήσια, οἱ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν ἐξέλιπε δὲ αὕτη, καθάπερ ἡ τῶν ῥαψῳδῶν ἣν ἦγον ... καὶ τὴν τῶν Διονυσίων ἐν ᾗ παριόντες ἑκάστῳ
[p. 240]
τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν.’ ταῦτ᾽ εἶπεν ὁ Κλέαρχος, εἰ δ᾽ ἀπιστεῖς, ὦ ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι: ἀφ᾽ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν ἀφ᾽ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.