ὅθεν καὶ Πολυκράτων ὁ Κρίθωνος Ῥηναιεὺς δίκην γραφόμενος οὐ Δηλίους αὐτοὺς ὀνομάζει, ἀλλὰ τὸ κοινὸν τῶν Ἐλεοδυτῶν ἐπῃτιάσατο. καὶ ὁ τῶν Ἀμφικτυόνων δὲ νόμος κελεύει ὕδωρ παρέχειν ἐλεοδύτας, τοὺς τραπεζοποιοὺς καὶ τοὺς τοιούτους διακόνους σημαίνων. Κρίτων δ᾽ ὁ κωμῳδιοποιὸς ἐν Φιλοπράγμονι παρασίτους τοῦ θεοῦ καλεῖ τοὺς Δηλίους διὰ τούτων
αὐτὰρ ἐπεὶ ῥ᾽ ὤπτησε καὶ εἰν ἐλεοῖσιν ἔθηκε.
Φοίνικα μεγάλου κύριον βαλλαντίου
ναύκληρον ἐν τῷ λιμένι ποιήσας ἄπλουν
καὶ φορμιῶσαι ναῦς ἀναγκάσας δύο,1
εἰς Δῆλον ἐλθεῖν ἠθέλησ᾽ ἐκ Πειραιῶς,
πάντων ἀκούων διότι παρασίτῳ τόπος
οὗτος τρία μόνος ἀγαθὰ κεκτῆσθαι δοκεῖ,
εὔοψον ἀγοράν, παντοδαπὸν ὁρμοῦντ᾽ ὄχλον,
αὐτοὺς παρασίτους τοῦ θεοῦ τοὺς Δηλίους.