previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

1. τὸν Διόνυσον, ἑταῖρε Τιμόκρατες, μαινόμενον οἱ πολλοὶ λέγουσιν ἀπὸ τοῦ τοὺς πλείονας ἀκράτου σπῶντας θορυβώδεις γίνεσθαι

οἶνός σε τρώει μελιηδής, ὅς τε καὶ ἄλλους
βλάπτει, ὃς ἄν μιν χανδὸν ἕλῃ μηδ᾽ αἴσιμα πίνῃ.
οἶνος καὶ κένταυρον ἀγακλυτὸν Εὐρυτίωνα
ὤλεσ᾽ ἐνὶ μεγάρῳ μεγαθύμου Πειριθόοιο,
ἐς Λαπίθας ἐλθόνθ᾽. δ᾽ ἐπεὶ φρένας ἄασεν οἴνῳ,
μαινόμενος κάκ᾽ ἔρεξε δόμοις ἐνὶ Πειριθόοιο.

κατιόντος γοῦν τοῦ οἴνου ἐς τὸ σῶμα,’ ὥς φησιν Ἡρόδοτος, ‘ ἐπαναπλέει κακὰ ἔπεακαὶ μαινόμενα. Κλέαρχός τε κωμῳδιοποιὸς ἐν Κορινθίοις φησίν

εἰ τοῖς μεθυσκομένοις ἑκάστης ἡμέρας
ἀλγεῖν συνέβαινε τὴν κεφαλὴν πρὸ τοῦ πιεῖν
τὸν ἄκρατον, ἡμῶν οὐδὲ εἷς ἔπινεν ἄν.
νυνὶ δὲ πρότερόν τοῦ πόνου τὴν ἡδονὴν
προλαμβάνοντες ὑστεροῦμεν τἀγαθοῦ. [p. 304]
Ξενοφῶντος δὲ τὸν Ἀγησίλαον ... ‘ μέθης μὲν ἀπέχεσθαι ὁμοίως ᾤετο χρῆναι καὶ μανίας, σίτων δὲ ὑπερκαίρων ὁμοίως καὶ ἀργίαςἀλλ᾽ οὐχ ἡμεῖς γε οὔτε τῶν πλεῖον πινόντων ὄντες οὔτε τῶν ἐξοίνων γινομένων πληθούσης ἀγορᾶς ἐπὶ τὰ μουσικὰ ταῦτα ἐρχόμεθα συμπόσια, καὶ γὰρ φιλεπιτιμητὴς Οὐλπιανὸς πάλιν τινὸς ἐπείληπτο εἰπόντος ἔξοινος οὔκ εἰμι, λέγων δ᾽ ἔξοινος ποῦ; καὶ ὃςπαρ᾽ Ἀλέξιδι ἐν Εἰσοικιζομένῳ:

ἔξοινος ἐποίει ταῦτά γε

ἐπεὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Kaibel)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: