This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
2. θαυμασάντων δὲ πάντων τὸ εὐπαίδευτον τοῦ Κυνούλκου ὁ Πλούταρχος ‘ κατὰ τὸ ὅμοιον, ἔφη, καὶ ἐν Ἀλεξανδρείᾳ τῇ ἐμῇ Λαγυνοφόρια ἑορτή τις ἤγετο, περὶ ἧς ἱστορεῖ Ἐρατοσθένης
ἐν τῷ ἐπιγραφομένῳ συγγράμματι Ἀρσινόη, λέγει δὲ οὕτως ‘ τοῦ Πτολεμαίου κτίζοντος ἑορτῶν καὶ θυσιῶν παντοδαπῶν γένη καὶ μάλιστα περὶ τὸν Διόνυσον, ἠρώτησεν Ἀρσινόη τὸν φέροντα τοὺς θαλλοὺς τίνα νῦν ἡμέραν ἄγει καὶ τίς ἐστὶν ἑορτή, τοῦ δ᾽ εἰπόντος ‘ καλεῖται μὲν Λαγυνοφόρια, καὶ τὰ κομισθέντα αὑτοῖς δειπνοῦσι κατακλιθέντες ἐπὶ στιβάδων καὶ ἐξ ἰδίας ἕκαστος λαγύνου παρ᾽ αὑτῶν φέροντες πίνουσιν.’ ὡς δ᾽
οὗτος ἀπεχώρησεν, ἐμβλέψασα πρὸς ἡμᾶς ‘συνοίκιά γ᾽, ἔφη, ταῦτα ῥυπαρά. ἀνάγκη γὰρ τὴν σύνοδον γίνεσθαι παμμιγοῦς ὄχλου, θοίνην ἕωλον καὶ οὐδαμῶς εὐπρεπῆ παρατιθεμένων.’ εἰ δὲ τὸ γένος τῆς ἑορτῆς ἤρεσκεν, οὐκ ἂν ἐκοπίασε δήπου τὰ αὐτὰ ταῦτα παρασκευάζουσα ἡ βασίλεια καθάπερ ἐν τοῖς Χουσὶν εὐωχοῦνται μὲν γὰρ κατ᾽
[p. 242] ἰδίαν, παρέχει δὲ ταῦτα ὁ καλέσας ἐπὶ τὴν ἑστίασιν.’ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.