This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
58. ὡς ἐν τῷ Γοργίᾳ γράφων φησὶν ‘ἄθλιος ἄρα οὗτος ὁ Ἀρχέλαός ἐστι κατὰ τὸν σὸν λόγον. εἴπερ γε, ὦ φίλε, ἄδικος.’ εἶτα ῥητῶς εἰπὼν ὡς κατέχοντος τὴν Μακεδόνων ἀρχὴν Ἀρχελάου προβὰς γράφει τάδε : ‘ καὶ Περικλέα τοῦτον τὸν νεωστὶ τετελευτηκότα.’ εἰ δὲ νεωστὶ τετελεύτηκε Περικλῆς, Ἀρχέλαος οὔπω κύριός ἐστι τῆς ἀρχῆς εἰ δ᾽ οὗτος βασιλεύει, πρὸ πολλοῦ πάνυ χρόνου ἀπέθανε Περικλῆς. Περδίκκας τοίνυν πρὸ Ἀρχελάου βασιλεύει, ὡς μὲν ὁ Ἀκάνθιός φησιν
Νικομήδης, ἔτη μα᾽, Θεόπομπος δὲ λε᾽, Ἀναξιμένης μ᾽, Ἱερώνυμος κη᾽, Μαρσύας δὲ καὶ Φιλόχορος κγ᾽. τούτων οὖν διαφόρως ἱστορουμένων λάβωμεν τὸν ἐλάχιστον ἀριθμὸν τὰ κγ᾽ ἔτη. Περικλῆς δ᾽ ἀποθνῄσκει κατὰ τὸ τρίτον ἔτος τοῦ Πελοποννησιακοῦ πολέμου ἄρχοντος Ἐπαμείνονος,
[p. 486]
ἐφ᾽ οὗ τελευτᾷ
..,1 Περδίκκας καὶ τὴν βασιλείαν Ἀρχέλαος διαδέχεται. πῶς οὖν νεωστὶ κατὰ Πλάτωνα τελευτᾷ Περικλῆς; ἐν δὲ τῷ αὐτῷ Γοργίᾳ ὁ Πλάτων τὸν Σωκράτη ποιεῖ λέγοντα:
‘ καὶ πέρυσιν βουλεύειν λαχών, ἐπειδὴ ἡ φυλὴ ἐπρυτάνευε καὶ ἔδει με ἐπιψηφίζειν, γέλωτα παρεῖχον καὶ οὐκ ἠδυνάμην ἐπιψηφίσαι.’ τοῦτο ὁ Σωκράτης οὐ κατὰ ἀδυναμίαν ἐποίησεν, ἀλλὰ μᾶλλον κατὰ ἀνδραγαθίαν: οὐ γὰρ ἠβούλετο λύειν δημοκρατίας νόμους, παρίστησι δὲ τοῦτο σαφῶς ὁ Ξενοφῶν ἐν πρώτῳ Ἑλληνικῶν ἐκτιθεὶς οὕτως: ‘ τῶν δὲ πρυτάνεών τινων οὐ φασκόντων προθήσειν
τὴν διαψήφισιν παρὰ τοὺς νόμους, αὖθις Καλλίξεινος ἀναβὰς κατηγόρει αὐτῶν. οἱ δὲ ἐβόων καλεῖν τοὺς οὐ φάσκοντας: οἱ δὲ πρυτάνεις φοβηθέντες ὡμολόγουν ἅπαντες προθήσειν πλὴν Σωκράτους τοῦ Σωφρονίσκου. οὗτος δὲ οὐκ ἔφη, ἀλλὰ κατὰ τοὺς νόμους πάντα ποιήσειν.’ οὗτός ἐστιν ὁ διαψηφισμὸς ὁ γενόμενος κατὰ τῶν περὶ Ἐρασινίδην στρατηγῶν, ὅτι τοὺς ἐν Ἀργινούσσαις ἐν τῇ ναυμαχίᾳ ἀπολομένους οὐκ ἀνείλοντο. ἐγένετο δὲ ἡ ναυμαχία ἐπὶ ἄρχοντος Καλλίου, τῆς Περικλέους τελευτῆς ὕστερον ἔτεσιν εἴκοσι καὶ τέτταρσιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.