ὁ Οὐλπιανὸς ἔφη:
συγγενέσι. πρὸς ὃν ἔτι πίνοντα τῶν παρόντων τις προσέθηκε τὰ λειπόμενα ἰαμβεῖα:
τήνδ᾽ ἐγὼ
μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι
πίστωμα φιλίας
καὶ ὁ Οὐλπιανὸς ἐκπιὼν ἔφη : “ ταῦτα μὲν Κλέαρχος ἐν Κιθαρῳδῷ. ἐγὼ δὲ κατὰ τοὺς Ἄμφιδος Ἐρίθους παρακελεύομαι :
πιὼν ἐρῶ
τὰ λοιπά3, πνίγομαι γάρ. β.4 ἀλλ᾽ ἐπιρρόφει.
καί:
ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς.
ταῦτα δ᾽ ἔφη Ξέναρχος ἐν Διδύμοις.
πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ᾽ ἐγὼ δώσω πιεῖν
ἀμυγδαλῆ μὲν παιζέτω παρ᾽ ἀμυγδαλῆν.
” αἰτούντων οὖν τῶν μὲν πλέον οἴνου, τῶν δὲ ἴσον ἴσῳ φασκόντων κίρνασθαι, καὶ εἰπόντος τινὸς Ἄρχιππον εἰρηκέναι ἐν δευτέρῳ Ἀμφιτρύωνι:
καὶ Κρατῖνος ἐν Πυτίνῃ:
τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ;
ἔδοξε πᾶσι λέγειν περὶ τῶν κράσεων τῶν παρὰ τοῖς [p. 430] ἀρχαίοις.
τὸν δ᾽ ἴσον ἴσῳ φέροντ᾽ : ἐγὼ δ᾽ ἐκτήκομαι,